# Quaestiones et responsiones ad orthodoxos [Dub.] 98

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/98

χθήσεται τῷ τοῦ κόσμου σχήματι, εἰσαχθήσεται δὲ "καινὸς οὐρανὸς καὶ καινὴ γῆ", ἐν οἷς μέλλει δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις ἡ τῶν πρακτέων ἀμοιβή. τῷ δὲ ἀέρι, εἰ καὶ πρὸς ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ τοπικὴν μετάβασιν ἀναγκαίως αὐτῷ χρησόμεθα· "ἁρπαγησόμεθα" γάρ, φησίν, "ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα". ΡΖʹ. Ἐρώτησις. Εἰ μόνοις τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρ' Ἡρώδου τὴν διὰ ξίφους λαβόντες ἀναίρεσιν καὶ τὰ ἐπὶ τοῦ κυρίου νήπια, ἡνίκα ἐπὶ τοῦ κτήνους καθήμενος τὴν Ἱερουσαλὴμ κατελάμβανε, τὸν ὕμνον φθεγξάμενα, ποῖον ἔχουσι δικαίως χρεωστούμενον ἔπαινον; κἀκεῖνοι γὰρ τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ, ἀλλὰ χάριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐφθέγξαντο. Ἀπόκρισις. Εἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πάσχειν—"ὑμῖν" φησίν "ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν"—, ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χριστοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. τίς οὖν οὐκ ἐπαινέσειε ταῦτα δικαίως, τῇ δόσει τῆς θείας χάριτος ἐπαινεθέντα ὑπὸ θεοῦ τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαινον δαψιλευομένου; ἔτι δέ, εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέβειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλῖψιν τοῖς θλίψασιν αὐτούς, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρεθέντα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ, τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλίψεων. "δίκαιον" φησὶν ὁ ἀπόστολος Παῦλος "παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλῖψιν, ὑμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν ἐν τῇ βασιλείᾳ αὐτοῦ".

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
