# Quaestiones et responsiones ad orthodoxos [Dub.] 99

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/99

ΡΗʹ. Ἐρώτησις. Εἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς πταίουσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χάριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; ὃ μὲν γὰρ ῥαντισμοῖς τισι καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίοντας καθ' ἑκάστην ἀποπλύνει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα, τῆς τῶν ἁμαρτημάτων παρεκτικὸν συγχωρήσεως. ἀλλ' εἰ μὲν ἅπαξ μόνον ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα. πολλάκις δὲ ἁμαρτάνοντες, δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄζομεν· ὅπερ οὐχ ἡ χάρις, ἀλλ' ὁ νόμος διὰ τῶν προλεχθέντων ῥαντισμῶν καὶ τῶν λοιπῶν παρέχειν ἐπίσταται. πῶς οὖν οὐ δειχθήσεται τοῦ νόμου ἡ χάρις φιλανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὡς προείρηται ἐχόντων τῶν πραγμάτων; Ἀπόκρισις. Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούντων εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψασθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων· τῶν δὲ ἄλλων πταισμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν τοῖς πταίσασι δίδωσι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως. "ψυχήν" φησίν "ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος". ὅπου δὲ τὸ ἴσον τῆς ἀνταποδόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύσασαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊκοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους, καὶ οὐδαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
