Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.529
Not analysed yet
καταλείπωμεν ἀτελῆ. Αἴτιον δέ γε τῆς ἀσαφείας, καὶ τὸ σπουδάσαι τοὺς ἑρμηνεύσαντας περὶ πόδα τὴν ἑρμηνείαν ποιήσασθαι· ταυτὸ δὲ τοῦτο πάσχουσι καὶ οἱ τὴν Ἰταλῶν φωνὴν εἰς τὴν Ἑλλάδα μεταφέροντες γλῶτταν. Πολλῆς γὰρ ἀσαφείας ἐκεῖνα μεστά. Πρῶτον δὲ τῆς ἱστορίας ἐρῶ τὴν ὑπόθεσιν. Πλεῖστοι προφῆται γεγένηνται, ὧν τὰς μὲν βίβλους οὐχ εὕρομεν, τὰς δὲ προσηγορίας ἐκ τῆς τῶν Παραλειπομένων μεμαθήκαμεν ἱστορίας. Τούτων ἕκαστος εἰώθει συγγράφειν ὅσα συνέβαινε γίνεσθαι κατὰ τὸν οἰκεῖον καιρόν. Αὐτίκα γοῦν καὶ ἡ πρώτη τῶν Βασιλειῶν, καὶ παρ' Ἑβραίοις, καὶ παρὰ Σύροις, προφητεία Σαμουὴλ ὀνομάζεται. Ἀλλὰ τοῦτο γνῶναι ῥᾴδιον τῷ βουλομένῳ τὸ προειρημένον ἀναγνῶναι βιβλίον. Οἱ τοίνυν τῶν Βασιλειῶν τὴν βίβλον συγγεγραφότες, ἐξ ἐκείνων τῶν βιβλίων τὰς ἀφορμὰς εἰληφότες, μετὰ πλεῖστον συνέγραψαν χρόνον. Πῶς γὰρ οἷόν τε ἦν τῷ Σαοὺλ, ἢ τῷ Δαβὶδ συνηκμακότι τὰ ἐπὶ Ἐζεκίου καὶ Ἰωσίου γεγονότα συγγράψαι· καὶ τὴν τοῦ Ναβουχοδονόσορ στρατιὰν, καὶ τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμὸν, καὶ τὴν εἰς Βαβυλῶνα μετάστασιν, καὶ τοῦ Ναβουχοδονόσορ τὴν τελευτήν; Δῆλον τοίνυν, ὡς τῶν προφητῶν ἕκαστος συνέγραψε τὰ ἐν τοῖς οἰκείοις πεπραγμένα καιροῖς. Ἄλλοι δέ τινες ἐκεῖνα συναγαγόντες, τὴν τῶν Βασιλειῶν συντεθείκασι βίβλον. Καὶ αὖ πάλιν, τῶν ὑπὸ τούτων παραλειφθέντων ἕτεροί τινες ἱστοριογράφοι γεγένηνται· καὶ τὴν παρὰ σφῶν συγγραφεῖσαν Παραλειπομένων προσηγόρευσαν βίβλον· ὡς τὰ παρὰ τῶν προτέρων παραλειφθέντα διδάσκουσαν. ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Ὁ Σαμουὴλ ἱερεὺς ἦν, ἢ Λευΐτης; ΑΠΟΚΡΙΣΙΣ. Τριῶν ὁ Λευῒ γεγένηται παίδων πατήρ· τοῦ Γηρσὼν, τοῦ Καὰθ, καὶ τοῦ Μεραρή. Τοῦ δὲ Καὰθ ἐγένοντο παῖδες Ἀμβρὰμ, καὶ Ἰσαὰρ, καὶ Χεβρὼμ,