# Quaestiones in libros Regnorum et Paralipomenon 80.532

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.532

καὶ Ὀζιήλ· τοῦ δὲ Ἀμβρὰμ Ἀαρὼν, Μωσῆς, καὶ Μαριάμ. Τοῦ δὲ Ἰσαὰρ ἔκγονος μὲν ὁ Κορὲ, ἀπόγονος δὲ Ἑλκανὰ τοῦ Σαμουὴλ ὁ πατήρ. Ὁ τοίνυν Σαμουὴλ πέμπτος καὶ δέκατος μὲν ἀπὸ Λευΐ· τῆς δὲ Καὰθ ἦν πατριᾶς· ἣ τῶν ἄλλων προεκέκριτο, τῷ τοὺς ἀρχιερέας ἐξ αὐτῆς ἠνθηκέναι· διὸ δὴ καὶ φέρειν αὐτοῖς ἀπενεμήθη τὰ σκεύη τὰ ἅγια. ΕΡΩΤ. Βʹ. Διατί ὁ Ἑλκανὰ δύο εἶχε γυναῖκας; Οὔτε ἐπέτρεψεν ὁ νόμος δυσὶν ἢ πλείοσι γυναιξὶν ἐννόμως συναφθῆναι, οὔτε μὴν ἐκώλυσε· συγχωρῶν τὸ ἔλαττον, ἵνα κωλύσῃ τὸ μεῖζον. Τῇ δυνάμει γὰρ τῶν δεχομένων ἐμέτρει τοὺς νόμους. Τοῦτό φησι καὶ ὁ θεῖος Ἀπόστολος· «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» ΕΡΩΤ. Γʹ. Τί ἐστι τὸ, «Ἀπέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς;» Διδάσκει τοὺς ἐντυγχάνοντας οὗτος ὁ λόγος, μὴ τῷ γάμῳ θαῤῥεῖν, ἀλλὰ τὸν ποιητὴν εἰς ἐπικουρίαν καλεῖν. Ὥσπερ γὰρ ἴδιον μὲν τοῦ γεωργοῦ τὸ καταβάλλειν τὰ σπέρματα, τοῦ δὲ Θεοῦ τὸ τελεσιουργεῖν τὰ σπειρόμενα· οὕτως ἴδιον τοῦ γάμου μὲν ἡ κοινωνία, τοῦ δὲ Θεοῦ τὸ νεῦσαι τῇ φύσει, καὶ διαπλάσαι τὸ ζῶον. Τοῦτο ἡ Ἄννα σαφῶς ἐπισταμένη (πολὺν γὰρ τῷ ἀνδρὶ συνοικήσασα χρόνον, καρπὸν οὐκ ἐβλάστησε), πρὸς αὐτὸν ἔδραμε τὸν Δημιουργὸν, καὶ τῇ σπουδαίᾳ προσευχῇ, καὶ τοῖς δάκρυσι, τὴν πεπηρωμένην ἐθεράπευσε μήτραν, καὶ κεκλεισμένην ἀνέῳξεν. Ἄξιον δὲ αὐτῆς θαυμάσαι καὶ τὴν τῶν ἠθῶν μετριότητα. Παροινουμένη γὰρ ὡς μεθύουσα πράως ἤνεγκε, καὶ τὴν ὑποψίαν ἀποσκευασαμένη τὴν ἐψευσμένην, τὸ πάθος ἐδίδαξε, καὶ τῆς ἀρχιερατικῆς ἔτυχεν εὐλογίας. Ἤκουσε γὰρ, «Πορεύου ἐν εἰρήνῃ, Κύριος ὁ Θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου, οὗ ᾐτήσω παρ' αὐτοῦ.» Οὕτω δὲ πιστῶς τῆς εὐλογίας ἐπήκουσεν, ὡς πᾶσαν ἀποῤῥίψαι ἀχθηδόνα, καὶ μετὰ θάρσους ἐπανελθεῖν πρὸς τὸν ἄνδρα, καὶ παραυτίκα συνελθεῖν, καὶ κυῆσαι. Καὶ τεκοῦσα δὲ πεπλήρωκε τὴν ὑπόσχεσιν. Ἐφύλαξε γὰρ αὐτοῦ τὴν κόμην, καὶ τὴν ὑδροποσίαν ἐδίδαξεν. Οὗτος γὰρ τῶν Ναζιραίων ὁ νόμος. Εὐθὺς δὲ μετὰ τὴν θηλὴν αὐτὸν προσενήνοχε τῷ Θεῷ,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
