Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.533
Not analysed yet
καὶ σὺν αὐτῷ μόσχον ὁμόχρονον, τὴν ὑπὲρ αὐτοῦ σφαγὴν καὶ ἱερουργίαν δεξάμενον. Ἀντέλαβε δὲ παρὰ τοῦ Θεοῦ παῖδας ἑτέρους· τρεῖς μὲν υἱοὺς, θυγατέρας δύο. Φιλότιμος γὰρ καὶ μεγαλόδωρος ὁ Κύριος περὶ τοὺς μεμνημένους τῶν προτέρων χαρίτων. Ἀξιάγαστος δὲ αὐτῆς καὶ ἡ ὑμνῳδία. Οὐ γὰρ μόνον ἐφ' οἷς ἔλαβεν ἀνύμνησε τὸν δοτῆρα, ἀλλὰ καὶ προφητείᾳ τὸν ὕμνον ἐκέρασε, καὶ τῆς τοῦ παιδὸς μετέλαχε χάριτος. Κυήσασα γὰρ προφήτην, προφητεύει μετὰ τὸν τόκον. Τὸ γὰρ, «Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ,» προδηλοῖ τὴν τοῦ διαβόλου κατάλυσιν· καὶ τὸ, «Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε,» τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν προθεσπίζει, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τῶν ἀποστολικῶν κηρυγμάτων τὸ μεγαλόφωνον. Καὶ μέντοι καὶ τὴν δευτέραν ἐπιφάνειαν τοῦ Δεσπότου προαγορεύει Χριστοῦ· «Αὐτὸς γὰρ, φησὶ, κρινεῖ ἄκρα γῆς δίκαιος ὤν.» Προλέγει δὲ αὐτοῦ καὶ τοὺς κατὰ σάρκα γεγενημένους προγόνους, οἳ ἀπὸ Δαβὶδ μέχρι τῆς αἰχμαλωσίας διήρκεσαν. «Δώσει γὰρ, φησὶν, ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν.» Καὶ διδάσκουσα τὴν αἰτίαν, δι' ἣν ἐκεῖνοι τῆς θείας ἀπήλαυσαν προμηθείας, ἐπήγαγε· «Καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ.» Πρὸς δὲ τούτοις, ἐδίδαξε μὴ πλούτῳ θαῤῥεῖν, μὴ σοφίᾳ, μὴ δυναστείᾳ, ἀλλὰ μόνῳ τῷ δυναμένῳ καὶ ζωὴν χορηγεῖν, καὶ θάνατον ἐπάγειν, καὶ τὴν εὐπραξίαν μεταβάλλειν εἰς δυσπραγίαν, καὶ τὴν εὐκληρίαν εἰς δυσκληρίαν. Καὶ μέντοι καὶ τὸ, «Στεῖρα ἔτεκεν ἑπτὰ,» τὴν τῆς Ἐκκλησίας προκηρύττει πολυγονίαν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς τοῦ πλήθους δηλωτικός. Ἐν ἑπτὰ γὰρ ἡμέραις ἅπας χρόνος ἀνακυκλεῖται, καὶ τῆς Ἐκκλησίας οἱ παῖδες τὴν οἰκουμένην ἐπλήρωσαν. «Ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε.» Πολύπαις γὰρ οὖσα ἡ Ἰουδαία, καὶ πολλοὺς προφήτας καὶ δικαίους γεγεννηκυῖα, νῦν ἀκαρπίαν νοσεῖ. ΕΡΩΤ. Δʹ. Ἡλεὶ ὁ ἀρχιερεὺς ἐκ ποίας ἦν πατριᾶς; Ἐκ τῆς τοῦ Ἰθάμαρ· ἀλλὰ διὰ τὴν τῶν παίδων πονηρίαν, ἅπαν αὐτοῦ τὸ γένος τῆς ἀρχιερατικῆς ἐστερήθη τιμῆς. Ἡλίκας γὰρ ἐτόλμων παρανομίας, ἡ ἱστορία διδάσκει. ΕΡΩΤ. Εʹ. Τί ἐστιν Ἐφούδ, Ὁ Ἀκύλας ἐπένδυμα ἐξαίρετον τοῦτο κέκληκεν. Εἰρήκαμεν δὲ ἤδη, καὶ τὴν Ἔξοδον ἑρμηνεύοντες, καὶ μέντοι καὶ τοὺς Κριτὰς, ὡς διὰ τούτου πλεῖστα προεδήλου τῶν ἀγνοουμένων ὁ Δεσπότης Θεός.