# Quaestiones in libros Regnorum et Paralipomenon 80.536

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.536

ΕΡΩΤ. ϛʹ. Τί δήποτε Λευΐτης ὢν ὁ Σαμουὴλ τῷ ἐφοὺδ ἐκέχρητο; μόνῳ γὰρ ἀφώριστο τῷ ἀρχιερεῖ. Εἰκὸς τὸν Ἡλεὶ, τὴν θείαν αὐτῷ χάριν ἐπανθοῦσαν ἑωρακότα, καὶ παραδόξως τεχθέντα, καὶ πρὸ ὠδίνων ἐπαγγελθέντα, καὶ ἔνδον τρεφόμενον ἐν τῇ θείᾳ σκηνῇ, ὡς ἁγίῳ καὶ Ναζιραίῳ, καὶ θεαιτήτῳ· τοῦτο γὰρ ἑρμηνεύει τοῦ Σαμουὴλ τοὔνομα· καὶ κομιδῇ νέῳ μεταδοῦναι ταύτης τῆς τιμῆς. [Διοδώρου.] Οἰκονομίας δὲ Θεοῦ ἦν, τὸ τὸν Σαμουὴλ καλούμενον ὑπ' αὐτοῦ, ἀπιέναι πρὸς Ἡλεὶ οἰόμενον ὑπ' αὐτοῦ καλεῖσθαι, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον. Ἐπειδὴ γὰρ ἤμελλεν ὁ Θεὸς τῷ Ἡλεὶ κακὰ προλέγειν διὰ τοῦ Σαμουὴλ, ἵνα μὴ νομισθῇ πλάσαι ὁ Σαμουὴλ τὴν ἀποκάλυψιν, ᾠκονόμει ὁ Θεὸς ἐκεῖνον οἰηθέντα ὑπὸ τοῦ Ἡλεὶ καλεῖσθαι πρὸς αὐτὸν ἀπιέναι· ἵνα ὅτ' ἂν ὁ μὲν Ἡλεὶ νοήσῃ ὅτι Θεός ἐστιν ὁ καλῶν τὸν Σαμουὴλ, ἐκεῖνος δὲ μετὰ ταῦτα τὰ ὑπὸ τοῦ Θεοῦ διαγγέλλων, μὴ ὑποπτευθῇ, ὡς πλασάμενος τὴν ἀποκάλυψιν· ἀλλὰ πιστευθῇ, ὅτι ἀληθῶς ὁ Θεὸς ἀποκάλυψιν ἀνήγγειλεν. ΕΡΩΤ. Ζʹ. Τίνος χάριν ὁ Ἡλεὶ δίκας ὑπὲρ τῶν παίδων ἔτισε, καὶ ταῦτα παραινέσας αὐτοὺς τὰ προσήκοντα; Οὐκ ἠπίων ἐδεῖτο φαρμάκων ἡ τῶν παίδων παρανομία, ἀλλ' αὐστηροτάτων καὶ δριμυτάτων. Ἔδει τοίνυν μετὰ τὴν πρώτην καὶ δευτέραν παραίνεσιν τῇ πονηρίᾳ προσμείναντας ἐξελάσαι τῶν ἱερῶν περιβόλων. Οὐ γὰρ μόνον αὐτοὶ παρηνόμουν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνοντο παρανομίας ἀρχέτυπον. Ἐπειδὴ δὲ προτετίμηκε τοῦ πεποιηκότος τὴν φύσιν, τῆς θεοσδότου χάριτος ἐγυμνώθη. Τοῦτο γὰρ αὐτῷ καὶ διὰ τοῦ προφήτου δεδήλωκεν ὁ Θεός· «Ἵνα τί γὰρ, φησὶν, ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου, καὶ ἐπὶ τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ, καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ, ἐν εὐλογεῖσθαι ἀπαρχὴν πάσης θυσίας Ἰσραὴλ ἔμπροσθέν μου; Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἶπον, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος. Καὶ νῦν οὐχ οὕτω, φησὶ Κύριος, μηδαμῶς ἐμοὶ, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθήσονται.» Καὶ δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου γένος τῆς ἀρχιερωσύνης γυμνοῦν· αἰνίττεται δὲ πάσης τῆς Ἰουδαϊκῆς ἱερωσύνης τὴν παῦλαν. «Εἶ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
