# Quaestiones in libros Regnorum et Paralipomenon 80.537

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.537

πον γὰρ, φησὶν, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος.» Τοῦτο δὲ οὐ τῷ Ἰθάμαρ ὑπέσχετο, ἀλλὰ τῷ Ἀαρών. Οὐκοῦν κατὰ πάσης αὐτῶν ἀπεφήνατο τῆς φυλῆς. Καὶ μαρτυρεῖ τὰ ὁρώμενα. Ἐξ οὗ γὰρ ὁ Δεσπότης ἐσταυρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται. Τοῦτο δηλοῖ καὶ τὰ ἐπαγόμενα. «Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα τοῦ οἴκου τοῦ πατρός σου, καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ. Καὶ ἐπιβλέψει κραταίωμα ὂν ἐν πᾶσιν οἷς ἀγαθύνει τὸν Ἰσραήλ. Καὶ οὐκ ἔσται πρεσβύτης πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ σου.» —»Κραταίωμα δὲ ὂν» τοῦ ὄντος λέγει Θεοῦ. «Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ὤν.» Καὶ Ἱερεμίας, «Ὁ ὢν, Δέσποτα Κύριε.» Τούτου κραταίωμα κέκληκε τὴν ἱερωσύνην, τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο δὲ σαφέστερον μετ' ὀλίγα δεδήλωκεν. «Ἀναστήσω γὰρ, ἔφη, ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου, καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον τῶν χριστῶν μου πάσας τὰς ἡμέρας.» Ταῦτα δὲ ἁρμόττει ἀνθρώπων μὲν οὐδενὶ, μόνῳ δὲ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὃς ἀρχιερεὺς ἡμῶν κατὰ τὸ ἀνθρώπινον ὠνομάσθη. «Ἔχοντες γὰρ, φησὶν, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Κύριον ἡμῶν.» Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας.» Καὶ τὸ «πάσας τὰς ἡμέρας,» οὐ προσῆκεν ἀνθρώποις θνητοῖς ὀλίγον βιοτεύουσι χρόνον. Χριστοὺς δὲ αὐτοὺς κέκληκε τοὺς ἱεροὺς ἀποστόλους, καὶ τοὺς τὴν ἐκείνων διαδεξαμένους διδασκαλίαν. Οὐκοῦν ἡ πρόῤῥησις κυρίως μὲν ἁρμόττει τῷ Σωτῆρι Χριστῷ· κατὰ δὲ ἱστορίαν τῷ Σαδοὺκ, ὃς ἐκ τοῦ Ἐλεάζαρ κατάγων τὸ γένος, τὴν ἀρχιερωσύνην διὰ τοῦ Σολομῶντος ἐδέξατο. ΕΡΩΤ. Ηʹ. Πῶς νοητέον τὸ, «Ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἢ κατασκευασθῆναι;» Αἰνίττεται ὁ λόγος, ὡς εὐθὺς μετὰ τὴν ἑσπέραν, ἀρξαμένων τῶν ἀνθρώπων καθεύδειν, ἐπεφάνη τῷ Σαμουὴλ ὁ Δεσπότης Θεός. Ἐν ἑσπέρᾳ γὰρ τὸν ἱε-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
