# Quaestiones in libros Regnorum et Paralipomenon 80.548

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.548

τόποις ἐλάτρευον τῷ Θεῷ. Πλὴν καὶ ἐντεῦθεν μανθάνομεν, ὡς τοῦ λαοῦ τὸ πρόχειρον εἰς ἀσέβειαν ἐπιστάμενος ὁ Θεὸς, ἑνὶ τὴν θείαν λατρείαν περιώρισε τόπῳ. Τοῖς γὰρ εὐσεβέσι, καὶ τὸν τοῦ νόμου σκοπὸν ἐπισταμένοις, ἅπας εἰς τὴν τοῦ Θεοῦ λατρείαν καθιέρωτο τόπος. Καὶ γὰρ Ἠλίας ὁ πάνυ, τοῦ θείου νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, καὶ θυσίαν προσήνεγκε. ΕΡΩΤ. ΙΓʹ. Τίνος χάριν Σαμουὴλ διὰ τὰς τῶν παίδων παρανομίας οὐκ ἔτισε δίκας; Ἀδικήματα ἦν, οὐκ ἀσεβήματα, τὰ παρὰ τούτων γινόμενα. Οὔτε γὰρ γάμους διέῤῥηξαν, καὶ ταῖς τοιαύταις λαγνείαις καθύβρισαν τὴν θείαν σκηνήν· οὔτε τῇ γαστρὶ τὰ πρωτεῖα τῶν ἱερείων ἀπένειμαν, τὴν τῶν θυσιῶν ἀναστρέψαντες τάξιν. Δωροδοκίαν δὲ μόνον αὐτῶν ἡ ἱστορία κατηγορεῖ. Καὶ οὐδὲ ταύτην ὁ προφήτης ἠπίστατο. Πόῤῥωθεν γὰρ αὐτῶν διῆγεν. Αὐτὸς μὲν γὰρ ᾤκει τὴν Ἀρμαθὲμ, ἐκεῖνοι δὲ τὴν Βερσαβεέ. ΕΡΩΤ. ΙΔʹ. Τίνος ἕνεκεν ἤλγησεν αἰτήσαντος τοῦ λαοῦ βασιλέα; Ἐπειδὴ παρὰ τὸν θεῖον νόμον ἡ αἴτησις ἦν. Ὁ Δεσπότης γὰρ Θεὸς καὶ Θεοῦ καὶ βασιλέως ἐπλήρου τὴν χρείαν· ὁ δὲ προφήτης ὑπουργὸς ἦν, οἷόν τις ὕπαρχος, ἢ στρατηγὸς, ἢ δημαγωγός. Καὶ τοῦτο δεδήλωκεν ὁ Θεὸς εἰπὼν πρὸς αὐτόν· «Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ· διότι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμὲ ἐξουθένησαν, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτοὺς, κατὰ πάντα τὰ ἔργα αὐτῶν, ἃ ἐποίησάν μοι, ἀφ' ἧς ἡμέρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης,» καὶ τὰ ἑξῆς. ΕΡΩΤ. ΙΕʹ. Ἀγαθὸν πῶς ὠνόμασε τὸν Σαούλ; Οὐ ψυχῆς ἀρετὴν αὐτῷ μεμαρτύρηκεν, ἀλλ' εἶδος καὶ μέγεθος. Τοῦτο γὰρ λέγει· «Οὐκ ἦν ἀνὴρ ἀγαθὸς οὐδεὶς ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ αὐτόν· ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ἐπὶ πᾶσαν τὴν γῆν.»

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
