# Quaestiones in libros Regnorum et Paralipomenon 80.553

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.553

ΕΡΩΤ. ΚΓʹ. Τίνος χάριν Ναὰς ὁ Ἀμμανίτης τῶν Ἰσραηλιτῶν τοὺς δεξιοὺς ἐξέκοπτεν ὀφθαλμούς; Ἀχρήστους αὐτοὺς εἰς πόλεμον ἀποφῆναι βουλόμενος. Ὁ γὰρ τὴν ἀσπίδα τῇ εὐωνύμῳ χειρὶ προβαλλόμενος, συγκαλύπτει ταύτῃ τὸν εὐώνυμον ὀφθαλμὸν, τῷ δεξιῷ δὲ τοὺς πολεμίους ὁρᾷ. Ὁ τοίνυν τὸν δεξιὸν ἀφῃρημένος εὐάλωτος ἐγίνετο πολεμῶν. ΕΡΩΤ. ΚΔʹ. Διατί τὸν Σαοὺλ πρῶτον αὐτοῖς ἔδωκε βασιλέα; Ἐπειδὴ τῆς ἐν πολέμοις ἀνδραγαθίας ἕνεκα χειροτονηθῆναι αὐτοῖς ᾔτησαν βασιλέα, καὶ οὐκ εὐσεβείας χάριν, ὥστε καὶ παρ' αὐτοῦ τὰ θεῖα παιδεύεσθαι· τὸν πάντων μέγιστον ἐξελέξατο, ἐπειδήπερ οὐ ψυχῆς ἀρετὴν, ἀλλὰ σώματος ἐθαύμαζον μέγεθος. ΕΡΩΤ. ΚΕʹ. Τίνος ἕνεκα συναθροίσας τὸν λαὸν ὁ προφήτης, τῆς οἰκείας αὐτοῦ πολιτείας ἀνέμνησεν; Κριτὴς ὢν ἐξίστατο τῆς ἐξουσίας, καὶ ταύτην παρεδίδου τῷ βασιλεῖ. Μάλα τοίνυν εἰκότως τὰ καθ' ἑαυτὸν διηγήσατο, καὶ τῆς ἀξιεπαίνου πολιτείας σύμψηφον ἐποιήσατο τὸν λαὸν, τὴν ἔννομον ἐκεῖνον ἐξουσίαν διδάσκων. ΕΡΩΤ. Κϛʹ. Πῶς νοητέον τὸ, «Υἱὸς ἐνιαυτοῦ Σαοὺλ ἐν τῷ βασιλεύειν αὐτόν; Ὁ Σύμμαχος οὕτως ἐξέδωκεν· «Υἱὸς ὢν ἐνιαυσιαῖος Σαοὺλ ἐν τῷ βασιλεύειν αὐτόν.» Δηλοῖ δὲ τοῦτο τὴν ἁπλότητα τῆς ψυχῆς, ἣν εἶχεν ὁ Σαοὺλ, ἡνίκα τῆς βασιλείας τὴν χειροτονίαν ἐδέξατο. Ταύτῃ δὲ οὐκ ἐπὶ πλεῖστον ἐχρήσατο. Ὅθεν ὁ ἱστοριογράφος ἐπήγαγε· «Καὶ δύο ἔτη ἐπὶ Ἰσραὴλ ἐβασίλευσεν,» ἀντὶ τοῦ, Μετὰ τῆς ἁπλότητος ταύτης δύο ἔτη ἐβασίλευσεν· εἶτα εἰς πονηρίαν ἀποκλίνας, τῆς θείας χάριτος ἐγυμνώθη. Ὅθεν ὁ λοιπὸς χρόνος, ὃν βασιλεύων διετέλεσε, τῇ τοῦ Σαμουὴλ δημαγωγίᾳ λελόγισται. ΕΡΩΤ. ΚΖʹ. Πῶς νοητέον τό· «Ἐπάταξεν Ἰωνάθαν τὸ ὑπόστημα τῶν ἀλλοφύλων, τὸ ἐν τῷ βουνῷ;» Οἱ ἀλλόφυλοι τοὺς Ἑβραίους νενικηκότες ἐν τοῖς ὀχυρωτέροις χωρίοις φρουρὰς ἐγκατέστησαν, Ὑπό-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
