Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.556
Not analysed yet
στημα τοίνυν ἐκάλεσε τὴν φρουράν. Ταύτην ἄρδην ὁ Ἰωνάθαν κατηκόντισε. Τὸ μέντοι, «Ἠθετήκασιν οἱ δοῦλοι,» ὁ Ἀκύλας, Ἀκουσάτωσαν οἱ Ἑβραῖοι, ἡρμήνευσεν. ΕΡΩΤ. ΚΗʹ. Τί ἐστι, «Καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουήλ;» Παρηγγύησεν ὁ Σαμουὴλ τῷ Σαοὺλ ἑπτὰ αὐτὸν προσμεῖναι ἡμέρας, εἶθ' οὕτω καλλιερησάμενον παρατάξασθαι. Ὁ τοίνυν Σαοὺλ τοὺς ἀλλοφύλους ἀθροισθέντας ἰδὼν, οὐκ ἀνέμεινε κατὰ τὰς ἐντολὰς τὸν προφήτην. Ὅθεν αὐτὸν θύοντα καταλαβὼν ὁ προφήτης, σφόδρα χαλεπῶς ἐπετίμησε, καὶ τῆς βασιλείας αὐτῷ τὴν στέρησιν προεμήνυσε. «Ζητήσει γὰρ, φησὶν, ἑαυτῷ Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὑτοῦ· καὶ ἐντελεῖ αὐτὸν Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὑτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.» Ἐντεῦθεν ὁ καλλίνικος Στέφανος τέθεικε τὸ, «Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Προφητικῶς γὰρ ταῦτα προειρήκει ὁ θειότατος Σαμουήλ. Γαβαὰ δὲ τὴν ἐν Σαβαῒν γῆν, τὴν ἐν τῇ κοιλάδι τῶν δορκάδων ὁ Ἀκύλας ἡρμήνευσεν. ΕΡΩΤ. ΚΘʹ. Διὰ ποίαν αἰτίαν σίδηρον οὐκ εἶχεν ὁ Ἰσραήλ; Νενικηκότες αὐτοὺς οἱ ἀλλόφυλοι πάντα τὸν σίδηρον ἔλαβον, καὶ κτήσασθαι ἕτερον διεκώλυσαν· ὅθεν παρ' αὐτοῖς τὰ γεωργικὰ κατεσκεύαζον ὄργανα. Ὀδόντα δὲ ὁ μὲν Σύμμαχος ὕνιν, ὁ δὲ Ἀκύλας τὸ ἄροτρον ἡρμήνευσαν. Τὸν δὲ σίκλον στατῆρα ἐκάλεσαν. Ἐπὶ δὲ σταθμοῦ ὁ σίκλος λαμβανόμενος, ἡμιόγκιον εἷλκεν· ἐπὶ δὲ ἀργυρίου, εἴκοσιν ὀβολούς. ΕΡΩΤ. Λʹ. Τί δήποτε ὁ Ἰωνάθαν προσβαλεῖν τοῖς πολεμίοις βουλόμενος, σημεῖά τινα δέδωκε τῷ ὁπλοφόρῳ; Οὐ συμβολικῶς δέδωκεν, ἀλλ' ὡς πιστὸς γνῶναι ἠθέλησε τὸ βούλημα τοῦ Θεοῦ, καὶ σημεῖα ἑαυτῷ δέδωκε τοῦ θείου θελήματος· ἵνα εἰ μὲν κληθεῖεν