# Quaestiones in libros Regnorum et Paralipomenon 80.557

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.557

ὑπ' αὐτῶν προσβάλωσιν, ὡς τοῦ Θεοῦ προφανῶς συνεργοῦντος. Τοῦτο γὰρ ἔφη· «Καὶ ἀναβησόμεθα, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.» —»Ἐὰν δὲ, φησὶν, εἴπωσιν ἡμῖν, Ἀπόστητε ἐκεῖ, οὐκ ἀναβησόμεθα ἐπ' αὐτούς.» Ὅτι δὲ τῷ Θεῷ θαῤῥήσας εἰς προῦπτον ἑαυτὸν ἐξέδωκε κίνδυνον, μαρτυροῦσιν οἱ λόγοι. «Δεῦρο γὰρ, φησὶ, διαβῶμεν εἰς τὴν ὑπόστασιν τῶν ἀπεριτμήτων τούτων, εἴπως ποιήσει τι Κύριος ἡμῖν, ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.» Ταῦτα δὲ τὰ ῥήματα ψυχῆς ἐστι τῷ Θεῷ πεποιθυίας. Οὕτω δὲ θαῤῥήσας οὐκ ἐψεύσθη τῆς ἐλπίδος. Εὐθὺς γὰρ προσβαλὼν, καὶ βέλος ἀφιεὶς, καὶ λίθους ἀκοντίσας, συνέχεε τὴν τῶν πολεμίων παρεμβολήν. Ἀγνοοῦντες γὰρ ἀλλήλους ἀνῄρουν ἐκεῖνοι, ἐκ διαφόρων συνειλεγμένοι πόλεων ὄντες, καὶ ἀλλήλοις ὡς πολεμίοις ἐκέχρηντο. Τοῦτο πόῤῥωθεν ὁ Σαοὺλ θεασάμενος, καὶ διὰ τῆς ἱερατικῆς στολῆς τὴν νίκην μεμαθηκὼς, ὥρμησε καὶ αὐτὸς κατὰ τῶν ἀλλοφύλων· εἶτα τραπέντας ἐκείνους ἰδὼν, ἀνοήτως καὶ ἄγαν ἠλιθίως ἀνεθεμάτισε τὸν τροφῆς ἢ ποτοῦ πρὸ τῆς ἑσπέρας μεταλαμβάνοντα. ΕΡΩΤ. ΛΑʹ. Εἰ ἀνοήτως ἀνεθεμάτισε, τί δήποτε ὁ Θεὸς τὸν ἀναθεματισμὸν ἐβεβαίωσεν; Ἐρομένῳ γὰρ, εἰ πολεμητέον, οὐκ ἀπεκρίνατο. Πρῶτον αὐτὸν διελέγχει παραλόγως ἐπαρασάμενον. Ἔπειτα διδάσκει μηδὲ τῶν τοιούτων ἀναθεμάτων καταφρονεῖν. Ἐνταῦθα δὲ ὁ μὲν σκοπὸς εὐσεβὴς ἦν· εἰς Θεοῦ γὰρ ὡρίσθη τιμήν. Ἀλλ' ἔδει σκοπῆσαι τῶν πολεμούντων τὸν πόνον, καὶ ὡς εἰκὸς ἦν τινας τῷ πόνῳ τρυχομένους πιεσθῆναι δίψει, καὶ βιασθῆναι παραβῆναι τὸν ὅρον. Τοῦτο γὰρ πέπονθε καὶ Ἰωνάθαν ὁ θαυμάσιος· ἀλλ' ἀγνοῶν παρέβη τὸν τοῦ ἀναθέματος ὅρον. Μετὰ γὰρ δὴ τὴν τοῦ μέλιτος γεῦσιν, ἤκουσε τοῦ πατρὸς τὴν ἀρὰν, ἑτέρων ἀπαγγειλάντων. Ἀλλ' ὅμως καὶ τὴν τῆς ἀγνοίας ἔχων ἀπολογίαν, ἄχρις αὐτῆς ἐκινδύνευσε τῆς ζωῆς. Ἀπηλλάγη δὲ τῆς σφαγῆς διὰ τὴν τοῦ λαοῦ δικαίαν συνηγορίαν καὶ ἱκετείαν σπουδαίαν. ΕΡΩΤ. ΛΒʹ. Πῶς νοητέον τὸ, Μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα; Πολλάκις εἰρήκαμεν, ὅτι μεταμέλεια Θεοῦ ἡ τῆς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
