# Quaestiones in libros Regnorum et Paralipomenon 80.560

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.560

οἰκονομίας μεταβολή. Οἷον χειροτονηθῆναι προσέταξε τὸν Σαοὺλ διὰ τὸ τοῦ σώματος ἀξιοθέατον· οὐκ ἐπειδὴ μεγίστοις αὐτὸς ἐπιτέρπεται σώμασιν· αὐτὸς γάρ ἐστι καὶ τῶν μεγάλων, καὶ τῶν μικρῶν δημιουργός· ἀλλὰ τῷ λαῷ χαριζόμενος, τοῖς αἰσθητοῖς μόνοις ὀφθαλμοῖς κεχρημένῳ. Ὅτι γὰρ προτιμᾷ πολλάκις καὶ μικρὰ σώματα μεγάλων, καὶ νέους γεγηρακότων, μάρτυς ὁ Ζακχαῖος μικρὸς ὢν, καὶ τὸν Δεσπότην ὑποδεξάμενος. Μάρτυς ὁ Σαμουὴλ νέος ὢν, καὶ τῆς θείας ἐπιφανείας ἀξιωθείς. Μάρτυς ὁ Δαβὶδ τῶν μειζόνων καὶ πρεσβυτέρων προτιμηθεὶς ἀδελφῶν. Τοῦτον ἐθελήσας βασιλέα χειροτονῆσαι, καὶ τῷ σπέρματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν, διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως, ἀνθρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγόμενος, καὶ εἶπε· «Μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα,» ἀντὶ τοῦ, Ἑτέρῳ βούλομαι δοῦναι τῆς βασιλείας τὴν ἐξουσίαν, τοῦτον δὲ παῦσαι τῆς δυναστείας. ΕΡΩΤ. ΛΓʹ. Καὶ τί δήποτε διὰ φιλανθρωπίαν αὐτὸν τῆς βασιλείας ἐγύμνωσεν; Προῄδει μὲν αὐτοῦ καὶ τὰς ἐσομένας παρανομίας, τὰς κατὰ τῶν εὐεργετούντων ἐπιβουλὰς, τὰς τῶν ἱερέων σφαγὰς, τῶν ὅρκων τὰς παραβάσεις, τὸν πρὸς τὴν ἐγγαστρίμυθον δρόμον. Ἀπόχρη δὲ καὶ μόνη τῆς περὶ τοῦ Ἀμαλὴκ ἐντολῆς ἡ παράβασις ἐσχάτην αὐτῷ τιμωρίαν ἐπενεγκεῖν. Ἔδει γὰρ συνιδεῖν τὸν ἠλίθιον, ὡς μία σταγὼν τῆς θείας φιλανθρωπίας πᾶσαν τὴν ἀγαθότητα τῶν ἀνθρώπων νικᾷ. Ἀλλ' ὁ δείλαιος τοῦ Θεοῦ κολάσαι κελεύσαντος ᾤκτειρε, καὶ τοῦ Θεοῦ καταψηφισαμένου θάνατον, αὐτὸς ἀπένειμεν, ὡς ἐνόμιζε, τὴν ζωήν· καὶ τοῦ Θεοῦ κελεύσαντος μηδὲν ἐκ τῆς λείας κερδᾶναι, αὐτὸς τὰ πίονα τῶν ποιμνίων, καὶ τῶν βουκολίων, καὶ τῶν ἄλλων ἁπάντων τὰ κάλλιστα κομισάμενος ἐπανῆκε. Καὶ αὐτὸς μὲν ἀναθεματίσας μηδένα τροφῆς μεταβαλεῖν, ἢ ποτοῦ, τὸν ἐξ ἀγνοίας παραβάντα τὸν ὅρον ἀνελεῖν ἠβουλήθη· τοῦ δὲ τῶν ὅλων Θεοῦ τὸν Ἀμαλὴκ ἀναθεματίσαντος, οὐ διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν, ἀλλὰ διὰ τὴν περὶ τὸν λαὸν δυσμένειαν, οὐ σμικρά τινα, ἀλλὰ τὰ πλεῖστα τοῦ ἀναθήματος ἔλαβε. Καὶ οὐδὲ τοῦ Ἄχαρ αὐτὸν ἐσωφρόνισε τὸ ὑπόδειγμα. Οὐ τοίνυν σμικρὸν, ἀλλὰ μέγιστον τὸ ἁμάρτημα. Ἀνέμνησε δὲ αὐτὸν ὁ προφήτης τῶν πρὸ τῆς βασιλείας λόγων. οὕτως εἰπών· «Οὐχὶ σμικρὸς σὺ ἐνώπιον αὐτοῦ εἰς ἡγούμενον ἐκ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
