# Quaestiones in libros Regnorum et Paralipomenon 80.565

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.565

ΕΡΩΤ. ΛΘʹ. Πῶς τοῦ Δαβὶδ ψάλλοντος τὸ πονηρὸν ἡσύχαζε πνεῦμα; Τοῦ θείου Πνεύματος ὁ Δαβὶδ τὴν χάριν ἐδέδεκτο. Τούτου τοίνυν διὰ τοῦ Δαβὶδ ἐνεργοῦντος, τὸ πονηρὸν ἡσύχαζε πνεῦμα. ΕΡΩΤ. Μʹ. Τί ἐστι τὸ, «Ἐρσουβὰ αὐτῶν λήψῃ;» Ὁ Σύμμαχος ἡρμήνευσεν· Ὅσα χρῄζουσι γνώσῃ· τὸν σκοπὸν αὐτῶν μάθῃς. ΕΡΩΤ. ΜΑʹ. Διατί ὁ Σαοὺλ, πάντων τὴν πρὸς τὸν Γολιὰθ μονομαχίαν παραιτησάντων, ἀποτρέπει τὸν Δαβὶδ τοῦτο προθυμούμενον δρᾶσαι; Μειράκιον ἦν πεντεκαίδεκα ἐτῶν, ἢ ἑκκαίδεκα. Ἑβδομηκοντούτης μὲν γὰρ ἐτελεύτησε, τεσσαράκοντα δὲ ἐβασίλευσεν ἔτη. Τοιγάρτοι τριακοντούτης ἦν, ἡνίκα Σαοὺλ ἀνῃρέθη. Προείρηται δὲ, ὡς δύο ἔτη ὁ Σαοὺλ βασιλεύσας ἐννόμως, τῆς θείας χάριτος ἐγυμνώθη. Τὸν ἄλλον τοίνυν ἅπαντα χρόνον πολεμῶν τῷ Δαβὶδ διετέλεσε· πείθει δ' ὅμως ὁ Δαβὶδ τὸν Σαοὺλ θαῤῥῆσαι τὴν νίκην. Ἠναγκάσθη γὰρ ἐξειπεῖν, ὅπως ποιμαίνων λέοντα καὶ ἄρκτον ἐπιοῦσαν ἀπέπνιξεν· «Καὶ ἔσται, φησὶν, ὁ ἀλλόφυλος οὗτος ὁ ἀπερίτμητος, ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἀπὸ Ἰσραήλ; Ὅτι τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;» Οὐδὲν, φησὶν, θηρίων διενήνοχεν ὁ δυσσεβείᾳ συζῶν, καὶ τῆς θείας ἐπικουρίας γεγυμνωμένος. Ἐγὼ δὲ ἐκείνῃ πέποιθα τῇ ῥοπῇ. Τοῦτο γὰρ ἐπήγαγε. «Κύριος, ὃς ἐξείλετό με ἐκ στόματος λέοντος, καὶ ἐκ χειρὸς τῆς ἄρκτου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου·» Μετὰ ταύτης ὁρμήσας τῆς πίστεως, οὐ διήμαρτε τῆς ἐλπίδος· ἀλλὰ γυμνὸς ὢν τὸν καθωπλισμένον ἐνί-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
