# Quaestiones in libros Regnorum et Paralipomenon 80.568

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.568

κησε· καὶ ὁ πρόβατα νέμων τὸν ἐν πολέμοις καὶ τροπαίοις γεγυμνασμένον· καὶ ὁ σμικρὸς ὢν καὶ νέος, τὸν ἐπὶ τοσούτῳ γαυριῶντα μεγέθει. «Εἶδε γὰρ αὐτὸν, φησὶ, Γολιὰθ, καὶ ἐξουδένωσεν αὐτὸν, ὅτι ἦν παιδάριον· καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν.» Ἐμιμοῦντο γὰρ τοὺς τῆς ψυχῆς οἱ τοῦ σώματος. Ὀξὺ γὰρ ἑώρων ἐκεῖνοι, καὶ τὸν ἀόρατον ἐθεώρουν· ὅθεν ἔλεγεν· «Ἐγὼ ἔρχομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, Θεοῦ παρατάξεως Ἰσραὴλ, ὂν ὠνείδισας σήμερον· καὶ συγκλείσει σε Κύριος σήμερον εἰς τὰς χεῖράς μου, καὶ ἀποκτενῶ σε, καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ· καὶ δώσω τὰ κῶλά σου, καὶ τὰ κῶλα τῆς παρεμβολῆς τῶν ἀλλοφύλων, ἐν τῇ ἡμέρᾳ ταύτῃ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη, ὅτι οὐκ ἐν δόρατι, οὐδὲ ἐν μαχαίρᾳ σώζει Κύριος· ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει ὑμᾶς εἰς χεῖρας ἡμῶν.» Προφητεύει δὲ παρατασσόμενος, καὶ προαγορεύει τὴν τῆς οἰκουμένης θεογνωσίαν· «Γνώσεται γὰρ, φησὶ, πᾶσα ἡ γῆ, ὅτι ἐστι Θεὸς ἐν Ἰσραήλ.» Καὶ τὸ μὲν στόμα χρησμολογεῖ, ἡ δὲ χεὶρ ἀριστεύει, καὶ λίθῳ τὸν ἀλλόφυλον ἀναιρεῖ. Ἐπειδὴ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα τμηθέντα λίθον ὑμνεῖ. «Λίθον γὰρ, φησὶν, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Καὶ τῇ ῥομφαίᾳ τοῦ ἀλλοφύλου χρησάμενος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν, τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσαντος προδιαγράφων τὴν νίκην. Σταυρῷ γὰρ ὁ διάβολος τὸν ἡμέτερον προσηλώσας Δεσπότην, διὰ σταυροῦ τῆς τυραννίδος ἐξέπεσε. Καὶ ὥσπερ τοῦ Δαβὶδ νενικηκότος, ἡ τοῦ Ἰσραὴλ στρατιὰ τὸ τῶν ἀλλοφύλων κατηκόντισε στίφος, οὕτω τοῦ ἡμετέρου Θεοῦ, καὶ Σωτῆρος τὸν διάβολον καταλύσαντος, οἱ πεπιστευκότες εἰς αὐτὸν τὴν τῶν δαιμόνων ἐτρέψαντο φάλαγγα ΕΡΩΤ. ΜΒʹ. Μηδέπω τὴν Ἱερουσαλὴμ οἰκήσας, πῶς εἰσεκόμισεν εἰς αὐτὴν τὴν τοῦ ἀλλοφύλου κεφαλήν; Οἱ Ἰεβουσαῖοι μὲν ἔτι κατῴκουν αὐτήν. Δεδίττεσθαι δὲ αὐτοὺς ἐθελήσας, ἐπέδειξεν αὐτοῖς τοῦ μεγάλου ἀριστέως τὴν κεφαλήν. ΕΡΩΤ. ΜΓʹ. Πῶς ἠγνόησεν ὁ Σαοὺλ τὸν Δαβίδ; Δυοῖν θάτερον νοητέον· ἢ ὅτι κορυβαντιῶν οὐκ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
