Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.569
Not analysed yet
ᾐσθάνετο τῇ κινύρᾳ χρωμένου· ἢ ὅτι ὁ φθόνος αὐτὸν παρεκίνησεν ἀκριβῶς μανθάνειν ὅθεν ἐστίν. ΕΡΩΤ. ΜΔʹ. Τί ἐστι μανδύας; Εἶδός ἐστιν ἐφεστρίδος. Οἶμαι δὲ ἢ ἀρκαδίκιν εἶναι, ἢ τὸ παρὰ πολλῶν μαντίον ὀνομαζόμενον. Καὶ γὰρ τῶν Ἑβδομήκοντα εἰρηκότων περὶ τοῦ μεμηνυκότος τῷ Ἡλεὶ τῶν υἱῶν τὴν ἀναίρεσιν, ὅτι διεῤῥηγμένα τὰ ἱμάτια εἶχεν, ὁ Ἀκύλας ἔφη «μανδύαν διεῤῥηγμένον.» Καὶ τῶν Ἀμμανιτῶν ὁ βασιλεὺς τῶν πρὸς αὐτὸν ἀποσταλέντων παρὰ τοῦ μακαρίου Δαβὶδ τοὺς πώγωνας ἐξύρισε, καὶ τῶν μανδυῶν ἀφεῖλε τὸ ἥμισυ, ἕως τῆς ἀναβολῆς τῶν ἰσχίων αὐτῶν. ΕΡΩΤ. ΜΕʹ. Τί ἐστιν, «Ἠγάπησεν αὐτὸν ψυχὴν ἀγαπῶντος αὐτόν; Ὁ Ἀκύλας ἔφη· «Κατὰ τὴν ψυχὴν αὑτοῦ.» Τοῦτο καὶ ὁ θεῖος νόμος παρεγγυᾷ· «Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν.» ΕΡΩΤ. Μϛʹ. Πῶς νοητέον τὸ, «Πνεῦμα πονηρὸν ἔπαισε τὸν Σαοὺλ, καὶ προεφήτευσεν ἐν μέσῳ τοῦ οἴκου αὑτοῦ;» Οἱ ψευδοπροφῆται ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργούμενοι τοῖς Κορυβαντιῶσιν ἐοίκασι. Τοῦτο καὶ ὁ Σαοὺλ ὑπέμεινεν ὑπὸ τοῦ δαίμονος ἐνοχλούμενος. Τὸ δὲ προεφήτευσεν ὁμωνύμως τέθεικεν. Καὶ γὰρ τοὺς ψευδοπροφήτας προφήτας ὠνόμαζον, καὶ θεοὺς τοὺς ψευδωνύμους θεούς. Ἀλλ' ἐκεῖνος μὲν τῆς θείας χάριτος ἐγυμνώθη· ὁ δὲ Δαβὶδ ταύτης φιλοτίμως ἀπήλαυε· καὶ ψάλλων τὴν μὲν τοῦ δαίμονος ἐκείνου μανίαν ἐπράϋνε, τὸν δὲ τοῦ Σαοὺλ οὐκ ἔπαυε φθόνον. Ὅσῳ δὲ πλέον εὐηργέτητο, τοσούτῳ πλέον κατασφάττειν ἠπείγετο. Καὶ τὴν αἰχμὴν ἀφεὶς κατ' αὐτοῦ, καὶ διαμαρτὼν, ἔγνω μὲν ὅτι Κύριος ἦν μετ' αὐτοῦ, διετέλει δὲ πολεμῶν. Περὶ δὲ τοῦ Δαβὶδ ἡ θεία λέγει Γραφὴ, ὅτι «Ἦν συνιὼν ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ. Καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ. Οὕτω δὲ τὸ πανάγιον ὠνόμασε Πνεῦμα. Ταύτης γὰρ ἦν ἠξιωμένος τῆς χάριτος.