# Quaestiones in libros Regnorum et Paralipomenon 80.572

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.572

ΕΡΩΤ. ΜΖʹ. Τί δήποτε καὶ φθονῶν τῷ Δαβὶδ, καὶ λίαν αὐτῷ ἐχθραίνων, τὴν θυγατέρα αὐτῷ κατηγγύησεν; Ἐδίδαξεν ἡ ἱστορία τὸν ἐκείνου σκοπόν. Εἶπε γὰρ, φησὶ, Σαούλ· «Μὴ ἔστω ἡ χείρ μου ἐπ' αὐτὸν, ἀλλ' ἔστω ἐν αὐτῷ ἡ χεὶρ τῶν ἀλλοφύλων.» Καὶ πάλιν· «Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον, καὶ ἔσται ἐπ' αὐτὸν ἡ χεὶρ τῶν ἀλλοφύλων.» Τοιγαροῦν ἐπιβουλῆς ἦν, οὐκ εὐεργεσίας ὁ γάμος. ΕΡΩΤ. ΜΗʹ. Τίνος χάριν οὐ κεφαλὰς, ἀλλ' ἀκροβυστίας ᾔτησεν; Πονηροῖς χρησάμενος λογισμοῖς, ἐτόπασεν ὅτι τῶν ὁμοφύλων τινὰς ἀνελὼν, οἴσει τούτων τὰς κεφαλάς· τούτου χάριν ἀκροβυστίας κομισθῆναι προσέταξεν. Ἡ γὰρ ἀκροβυστία δηλοῖ τὸ ἀλλόφυλον. Πάντα δὲ πόρον ἐκίνει, τὴν τοῦ εὐεργέτου καττύων σφαγήν· καὶ οὔτε τὰς εὐεργεσίας ᾐδεῖτο, οὔτε τοὺς ὅρκους ηὐλαβεῖτο. Καὶ γὰρ τῷ Ἰωνάθαν ὀμωμόκει, ὅτι δὴ αὐτὸν οὐκ ἀποκτενεῖ. «Ὤμοσε γὰρ, φησὶ, Σαοὺλ λέγων· Ζῇ Κύριος, εἰ ἀποθανεῖται.» ΕΡΩΤ. ΜΘʹ. Πῶς νοητέον τὰ κενοτάφια, καὶ τὸ ἧπαρ τῶν αἰγῶν. Ὁ Ἀκύλας τὰ κενοτάφια «μορφώματα» ἡρμήνευσε, καὶ τὸ ἧπαρ τῶν αἰγῶν, «ἱματίων πλῆθος, καὶ στρογγύλωμα τριχῶν·» Ἐπειδὴ γὰρ ὀμωμοκὼς ὁ Σαοὺλ παρέβη τὸν ὅρκον, καὶ τὴν αἰχμὴν τῷ Δαβὶδ ἐπαφῆκεν· ἐκκλίνας δὲ ἐκεῖνος τὴν τοῦ δόρατος ῥύμην εἰς οἰκίαν ἀνεχώρησεν· γνοῦσα δὲ τοῦ πατρὸς ἡ Μελχὼλ τὰς ἐπιβουλὰς, τούτῳ μὲν συνεβούλευσεν ἀποδράσαι· καὶ δὴ καὶ καθῆκεν αὐτὸν διὰ τῆς φωταγωγοῦ· αὐτοῦ δὲ τὴν κλίνην εἰς ἀῤῥωστοῦντος ἐσχημάτισε τύπον, ἱματίων μὲν πλῆθος ἐπιβαλοῦσα, στρογγύλωμα δὲ τριχῶν ὑποθεῖσα τοῖς ἱματίοις, ὥστε μιμεῖσθαι τὴν κεφαλήν. Τινὲς δὲ μορφώματα τοῦ Δαβὶδ νενοήκασι τὴν εἰκόνα· καὶ ταύτην ἔφασαν τοῖς ἱματίοις συγκαλυφθῆναι, πλὴν ἐνίων τοῦ προσώπου μορίων· τὸ δὲ τῶν αἰγῶν ἧπαρ ὑποτεθῆναι, ἵνα κινούμενον τὸ σχῆμα πιθανὸν ἀπεργάσηται. Καὶ γάρ φασι τῶν αἰγῶν τὸ ἧπαρ κινεῖσθαι μέχρι πολλοῦ. Οὕτω

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
