# Quaestiones in libros Regnorum et Paralipomenon 80.573

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.573

μέντοι διετέλει φονῶν, ὅτι καὶ ἀῤῥωστοῦντα μεμαθηκὼς ἀχθῆναι προσέταξεν αὐτὸν, ὥστε δέξασθαι τὴν σφαγήν. Ἐπειδὴ δὲ ἔγνω τὴν φυγὴν, κατὰ τοὺς θηρευτὰς κύνας ἰχνηλατῶν αὐτὸν διετέλει. ΕΡΩΤ. Νʹ. Τί δήποτε οἱ παρ' αὐτοῦ πεμφθέντες πρὸς τὸν Δαβὶδ καὶ τὸν Σαμουὴλ, προεφήτευσαν· ὕστερον δὲ καὶ αὐτός; Διάφορα τοῦ Δεσπότου τὰ θήρατρα. Τοὺς μὲν γὰρ δι' ἀνθρώπων ἀγρεύει, τοὺς δὲ ἀορασίᾳ θηρεύει. Τοῦτο γὰρ ἐπὶ τοῦ Ἑλισσαίου γεγένηται. Τούτους δὲ διὰ προφητικῆς ἐζώγρησε χάριτος· καὶ τὸν Δαβὶδ ἀποκτεῖναι κεκώλυκεν. Ἀλλ' οὐδὲ τοῦτο τὴν φονικὴν αὐτοῦ κατεπράϋνε γνώμην. Ἀπέστειλε γὰρ καὶ δὶς ἐπ' αὐτόν· καὶ πάλιν μεμαθηκὼς τὰ θεῖα δεσμὰ, προσέθετο, φησὶν, ἀποστεῖλαι καὶ ἄλλους· καὶ τούτων δὲ ὡσαύτως ἐπισχεθέντων ὑπὸ τῆς χάριτος, ὕστερον αὐτὸς ἀπελήλυθε, καὶ τετύχηκε καὶ αὐτὸς τῶν τῆς φιλανθρωπίας δεσμῶν. Ἀλλὰ προεφήτευσε μὲν, οὐχ ὁμοίως δὲ τοῖς ἄλλοις. Ἀνάξιος γὰρ τῆς χάριτος ἦν. Οὗ δὴ χάριν γυμνωθεὶς τῆς ἐσθῆτος πανημέριον ἔκειτο· ἐδήλου δὲ τὸ σχῆμα τὴν τῆς βασιλείας ἀφαίρεσιν. ΕΡΩΤ. ΝΑʹ. Τί δήποτε μηνύσαι βουλόμενος τῷ Δαβὶδ ὁ Ἰωνάθαν τὰς τοῦ πατρὸς ἐπιβουλὰς, διὰ τῶν βελῶν, ἤγουν τῶν ἀκοντίων, ἐμήνυσεν; Τινές φασι διὰ τὸν συνόντα οἰκέτην, ἵνα μὴ τὰ μηνυόμενα γνῷ. Ἀλλ' εὐπετὲς ἦν αὐτῷ καὶ μόνῳ παραγενέσθαι. Οὐκοῦν ἕτερον ἔχει τὸ γεγενημένον σκοπόν. Ἵνα γὰρ μὴ δῆλος γένηται τοῦ πατρὸς τὴν μιαιφόνον γνώμην καταμηνύων τῷ φίλῳ, τὴν τῆς τοξείας ὑποκρίνεται γυμνασίαν. Καὶ τοῖς μὲν πρὸς τὸν οἰκέτην λόγοις αἰνιγματωδῶς τῷ Δαβὶδ παραδηλοῖ τὴν σφαγήν. Τὸν ὁπλοφόρον δὲ μετὰ τῶν ὅπλων εἰς τὴν πόλιν προπέμψας, καὶ τὰ εἰρημένα δεδήλωκε, καὶ φυγεῖν συνεβούλευσε, καὶ τὸ τῆς βασιλείας αὐτῷ προηγόρευσε κράτος, καὶ τὰς τῆς φιλίας συνθήκας ἐκράτυνεν ὅρκοις. Τὸ δέ· Τρισσεύσεις, ἀντὶ τοῦ, «Τρεῖς ἡμέρας ἀναμενεῖς.» Τῇ γὰρ νουμηνίᾳ τοπάσας ὁ Σαοὺλ, ὡς μὴ κεκαθαρμένον, μηδὲ ἡγνισμένον τὸν Δαβὶδ παραιτήσασθαι τὸ συμπόσιον, ἐσίγησεν· «Οὐκ ἐλάλησε γὰρ, φησὶ, Σαοὺλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι εἶπε· Σύμπτωμά τι φαίνεται, μὴ καθαρὸς εἶναι, διότι οὐ κεκάθαρται.» Τῇ δὲ δευτέρᾳ ἤρετο· «Τί ὅτι οὐ παρεγένετο υἱὸς Ἰεσσαὶ καὶ χθὲς, καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;» Τῇ δὲ τρίτῃ πρὸ τοῦ ἄστεος ὁ Ἰωνάθαν τὰ εἰρημένα μεμήνυκεν. Τὸ δὲ τρισσεύσω ἀντὶ τοῦ «τρεῖς ἀφήσω σχίζας.» Τὰς δὲ σχίζας βέλη ὁ Ἀκύλας ἡρμήνευσεν. Τὴν δὲ ἀματά-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
