# Quaestiones in libros Regnorum et Paralipomenon 80.576

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.576

ραν ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ οὕτως εὗρον κειμένην, παρὰ μὲν τοῖς Ἕλλησι τάφρον, παρὰ δὲ Ῥωμαίοις φοσσάτον, παρὰ δὲ τῷ Σύρῳ σκοπὸν, εἰς ὃν οἱ γυμναζόμενοι τὰ βέλη πέμπειν εἰώθασι. Τὸ δὲ Ἀργοῦν ὁ Ἀκύλας «Ἐχόμενα τοῦ νοτίου» ἡρμήνευσεν. Ἐγὼ δὲ οἶμαι κοῖλόν τινα οὕτω κεκλῆσθαι τόπον. Ἔφη γὰρ ἡ ἱστορία, «Καὶ Δαβὶδ ἀνέστη ἀπὸ τοῦ Ἀργοῦν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὑτοῦ ἐπὶ τὴν γῆν.» ΕΡΩΤ. ΝΒʹ. Πῶς ἠνέσχετο τῶν ἀφιερωμένων ἄρτων μεταλαβεῖν ὁ Δαβίδ; Οὔτε τότε μέμψιν ὑπέμεινεν, ἀλλὰ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔδειξεν αὐτὸν κατηγορίας ἐλεύθερον· εἰς γὰρ τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολογίαν τοῦτο εἴρηκε τὸ διήγημα. Προδηλοῖ μέντοι, τῶν μόνοις τοῖς ἱερεῦσιν ἀπονενεμημένων μεταλαβὼν, τὴν πᾶσι προτεθεισομένην τοῖς εὐσεβέσι τράπεζαν μυστικήν. Οὐ γὰρ οἱ ἱερωμένοι μόνοι μεταλαμβάνουσι τοῦ Δεσποτικοῦ σώματός τε καὶ αἵματος, ἀλλὰ πάντες οἱ τετυχηκότες τοῦ ἁγίου βαπτίσματος. ΕΡΩΤ. ΝΓʹ. Τί ἐστι, «Εἰ βέβηλος ἡ ὁδὸς αὕτη, σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη μου.» Ἐρομένου τοῦ ἱερέως, εἴ γε κατ' ἐκείνην τὴν ἡμέραν ἡγνεύκει, τρεῖς ἔφη ἡμέρας ἡγνευκέναι· καὶ προστέθεικεν, ὅτι διὰ τὴν προκειμένην ὁδὸν ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ἵν' ὑπ' αὐτῆς κρατυνθεὶς τὰ προκείμενα κατορθώσῃ. Τὸ δὲ βέβηλον οὐκ ἐπὶ τοῦ ἀκαθάρτου τέθεικεν, ἀλλ' ἐπὶ τοῦ μὴ ἱεροῦ. Ἀβέβηλον γὰρ καὶ ἅγιον, τὸ τοῖς ἱερεῦσιν ἀφωρισμένον· βέβηλον δὲ, τὸ τοῖς ἄλλοις ἅπασιν ἀπονενεμημένον. Ὅθεν καὶ ὁ Ἀκύλας οὐ βέβηλον εἶπεν, ἀλλὰ λαϊκόν. Τουτέστιν, Εἰ καὶ ἱερεὺς οὐκ εἰμὶ, ἀλλὰ προφητικῆς τετύχηκα χάριτος. Οἶμαι γὰρ τοῦτο παραδηλοῦν τό· «Ἁγιασθήσεται διὰ τὰ σκεύη μου.» Σκεύη γὰρ αὐτοῦ καὶ πανοπλία, ἡ πνευματικὴ δωρεά. ΕΡΩΤ. ΝΔʹ. Τί ἐστι, συνεχόμενος νεασὰρ ἐνώπιον Κυρίου; Τοῦτο τὸ ὄνομα «πειρασμὸν ἁπαλὸν συνοχῆς ἑρμηνευόμενον εὗρον ἐν τῷ βιβλίῳ τῶν Ἑβραϊκῶν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
