# Quaestiones in libros Regnorum et Paralipomenon 80.588

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.588

ΕΡΩΤ. ΞΑʹ. Πῶς νοητέον· «Ἐὰν μὴ Κύριος παίσῃ αὐτὸν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ;» καὶ τὰ ἑξῆς. Τὸ, «Κύριος παίσῃ αὐτὸν, τὴν θεήλατον σημαίνει πληγὴν, ἣν καὶ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὑπέμεινε, καὶ ὁ λαὸς ἐν τῇ ἐρήμῳ πολλάκις, καὶ Νάβαλ ὁ Καρμήλιος. Τὸ δὲ, «ἢ ἡμέρα αὐτοῦ ἔλθῃ,» τὸν κατὰ φύσιν ἐπαγόμενον θάνατον, ὃς γίνεσθαι πέφυκεν, ἢ ἐκ πλησμονῆς, ἢ ἐξ ἐνδείας, ἤ τινος τῶν ἐν ἡμῖν χυμῶν πλεονάσαντος. Ὁ δ' ἐν πολέμῳ γινόμενος βίαιος μᾶλλόν ἐστιν· ἐῤῥωμένοι γὰρ τὰ σώματα κατακτείνονται. Τὸ μέντοι δόρυ, καὶ τοῦ ὕδατος τὸν φακὸν εἴληφεν ὁ Δαβὶδ ὁ θαυμάσιος, ἵνα τὴν γεγενημένην πάλιν εὐεργεσίαν ἐπιδείξῃ. Πανταχῆ δὲ ὁ συγγραφεὺς τὴν θείαν κηρύττει προμήθειαν. Εἰρηκὼς γὰρ ὅτι πάντες ἐκάθευδον, ἐπήγαγεν, ὅτι «Θάμβος Κυρίου ἐπέπεσεν ἐπ' αὐτούς.» Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ προφήτου τὰ ῥήματα. Δηλοῖ γὰρ ἣν πεποίηται τοῦ δυσμενοῦς βασιλέως κηδεμονίαν· «Ζῇ γὰρ Κύριος, φησὶν, ὅτι υἱοὶ θανάτου ὑμεῖς, οἱ μὴ φυλάττοντες τὸν κύριον ὑμῶν τὸν βασιλέα τὸν χριστὸν Κυρίου.» Καὶ πρὸς τούτοις εἰπὼν, ὡς «εἰσῆλθέ τις τοῦ λαοῦ ἀποκτεῖναι τὸν κύριόν μου τὸν βασιλέα,» ὑπέδειξε τὸ δόρυ καὶ τὸν φακόν. Ἐπειδὴ δὲ Σαοὺλ ὁ παλίμβουλος, καὶ παμπόνηρος, τὴν φωνὴν ἐπιγνοὺς εἴρηκεν, «Ἡ φωνή σου αὕτη, τέκνον Δαβίδ;» ὑπολαβὼν ὁ θεῖος εἶπεν ἀνὴρ, «Φωνή μου, Κύριέ μου· δοῦλος σὸς, Κύριέ μου βασιλεῦ·» Καὶ τῆς βασιλικῆς χειροτονίας γεγενημένης, καὶ τῆς πνευματικῆς χάριτος μεταστάσης, δοῦλον ἑαυτὸν ὠνόμαζε τοῦ γεγυμνωμένου τῆς χάριτος, καὶ τοῦ διψῶντος τοῦ αἵματος. Εἶτα πράως τῷ τῆς σφαγῆς ἐπιμέμφεται πόθῳ· «Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὁ βασιλεὺς ὀπίσω τοῦ δούλου αὐτοῦ; Τί ἥμαρτον, ἢ τίς ἐν ἐμοὶ κακία εὑρέθη; Καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὰ ῥήματα τοῦ δούλου αὐτοῦ. Εἰ ὁ Θεὸς ἐπισείει σε ἐπ' ἐμὲ, ὀσφρανθείη ἡ θυσία σου. Εἰ δὲ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου.» Ἔφη δὲ καὶ τὴν αἰτίαν, δι' ἣν αὐτοῖς ἐπηράσατο· ὅτι «Ἐξέβαλόν με σήμερον, μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες, Πορεύου καὶ δούλευε θεοῖς ἑτέροις.» Τοῦτο δὲ οὐ διὰ ῥημά-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
