# Quaestiones in libros Regnorum et Paralipomenon 80.589

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.589

των ἔλεγον, ἀλλὰ διὰ πραγμάτων ἠνάγκαζον δρᾷν. Πάντοθεν γὰρ αὐτὸν ἐξελαύνοντες, ἀνάγκην ἐπῆγον εἰς τὰς τῶν ἀλλοφύλων πόλεις ὡς ὀχυρὰς καταφεύγειν. Ἀπέδωκε δὲ καὶ τὸ δόρυ, καὶ τὸν φακὸν, καὶ τῷ δικαίῳ κριτῇ τὴν οἰκείαν κρίσιν ἀνέθηκεν. ΕΡΩΤ. ΞΒʹ. Τί δήποτε τὰ περὶ τῆς τελευτῆς τοῦ Σαμουὴλ συγγράψας ἔμπροσθεν, πάλιν αὐτῆς ἐμνήσθη; Μέλλων τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγεῖσθαι, ἠναγκάσθη μνησθῆναι Σαμουὴλ τελευτῆς. ΕΡΩΤ. ΞΓʹ. Πῶς τὰ κατὰ τὴν ἐγγαστρίμυθον νοητέον; Τινές φασιν, ἀληθῶς αὐτὴν ἀνενηνοχέναι τὸν Σαμουήλ. Τινὲς δὲ τοῦτον μὲν τὸν λόγον ἀνέτρεψαν, δαίμονα δέ τινα λαοπλάνον ἔφησαν δεῖξαι τὸ σχῆμα τοῦ Σαμουὴλ, καὶ εἰπεῖν ἃ πολλάκις ἀκήκοε τοῦ Σαμουὴλ εἰρηκότος, ἀγνοῆσαι δὲ τὸν χρόνον τῆς τοῦ Σαοὺλ τελευτῆς. Ἐγὼ δὲ τὸ μὲν πρῶτον ἀνόσιον ἡγοῦμαι καὶ δυσσεβές. Οὐ πείθομαι γὰρ τὰς νέκυας, οὐδὲ τὴν τυχοῦσαν ἀνάγειν ψυχὴν, μήτοιγε προφήτου, καὶ τοσούτου προφήτου. Δῆλον γὰρ, ὡς ἐν ἄλλῳ τινὶ χωρίῳ διάγουσιν αἱ ψυχαὶ, προσμένουσαι τὴν τῶν σωμάτων ἀνάστασιν. Τοιγάρτοι κομιδῆ δυσσεβὲς τὸ πιστεύειν τοσαύτην ἔχειν τὰς ἐγγαστριμύθους ἰσχύν. Τὸ δέ γε δεύτερον ἀνοίας μᾶλλον, ἢ δυσσεβείας ἐστί. Τὸν ἀνόσιον γὰρ ἐκεῖνον ἀνατρέψαι πειραθέντες λόγον, ψευδῆ τὴν γεγενημένην ὑπέλαβον πρόῤῥησιν, καὶ τούτου χάριν αὐτὴν τοῖς τοῦ ψεύδους διδασκάλοις ἀνέθεσαν δαίμοσιν· ἐγὼ δὲ ἀναγνοὺς τῶν Παραλειπομένων τὴν βίβλον, εὗρον οὕτως εἰρηκότα τὸν τὴν ἱστορίαν συγγεγραφότα· «Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὑτοῦ, αἷς ἠνόμησεν ἐν Κυρίῳ κατὰ τὸν λόγον Κυρίου· διότι οὐκ ἐφύλαξεν αὐτὸν, καὶ ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῇ ἐγγαστριμύθῳ τοῦ ἐκζητῆσαι· καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης. Καὶ οὐκ ἐξεζήτησεν ἐν Κυρίῳ· καὶ ἀπέκτεινεν αὐτόν.» Δῆλον τοίνυν ἐντεῦθεν, ὡς αὐτὸς ὁ τῶν ὅλων Θεὸς, σχηματίσας ὡς ἠβουλήθη τὸ εἶδος τοῦ Σαμουὴλ, ἐξήνεγκε τὴν ἀπόφασιν, οὐ τῆς ἐγγαστριμύθου δρᾶσαι τοῦτο δυνηθείσης, ἀλλὰ τοῦ Θεοῦ καὶ διὰ τῶν ἐναντίων ἐξενεγκόντος τὴν ψῆφον. Ἀκούομεν γὰρ αὐτοῦ λέγοντος, «Κἂν ἀπέλθῃ πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ.» Οὕτω καὶ διὰ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
