# Quaestiones in libros Regnorum et Paralipomenon 80.592

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.592

τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαὸν, καὶ διὰ τοῦ δυσσεβοῦς μάντεως προηγόρευσε τὰ ἐσόμενα, καὶ τὴν τῆς οἰκουμένης προεθέσπισε σωτηρίαν, οὐ τοῦ μιαροῦ πνεύματος φθεγξαμένου, ἀλλὰ τοῦ θείου καὶ παναγίου Πνεύματος ἐνεργήσαντος. Ἐπειδὴ δέ τινες ψευδῆ τὴν πρόῤῥησιν ὑπειλήφασι, προύργου νομίζω καὶ περὶ τούτου βραχέα διεξελθεῖν. Προεῖπεν ὁ συγγραφεὺς, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις συναθροίζουσιν οἱ ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν, τοῦ ἐξελθεῖν εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξέρχονται, καὶ παρεμβάλλουσιν εἰς Σωνάμ. Καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησε Σαοὺλ διὰ τοῦ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ ἐν τοῖς ὕπνοις, καὶ ἐν τοῖς δήλοις, καὶ ἐν τοῖς προφήταις·» Δήλους δὲ ἐκάλεσε τὰ διὰ τοῦ ἐφοὺδ σημαινόμενα· «καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὑτοῦ, Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον.» Δῆλον τοίνυν, ὡς τῶν Ἑβραίων καὶ τῶν ἀλλοφύλων ἐστρατοπεδευκότων, ἐπεζήτησε τὴν ἐγγαστρίμυθον ὁ Σαούλ· «Εἶδε γὰρ, φησὶ, τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη. καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.» Ἀπελθὼν δὲ πρὸς τὴν ἐγγαστρίμυθον, καὶ θεόθεν δεξάμενος τὴν ἀπόφασιν, ἔπεσε παραυτίκα, οὔτε νύκτωρ φαγὼν, ἡνίκα λάθρα καταλιπὼν τὸ στρατόπεδον, τῆς ἐγγαστριμύθου πευσόμενος παρεγένετο· οὔτε διὰ πάσης τῆς ἡμέρας ἐκείνης. Δεξάμενος δὲ τῆς γυναικὸς τὴν παράκλησιν ἐδείπνησε, καὶ διανυκτερεύσας κατέλαβε τὴν παράταξιν. Τοῦτο γὰρ ἐδίδαξεν ἡ ἱστορία· «Καὶ προσήνεγκεν ἐνώπιον Σαοὺλ, καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔφαγον, καὶ ἀναστάντες ἀπῆλθον τὴν νύκτα ἐκείνην.» Εἶτα τοῦ φωτὸς ἀνασχόντος γέγονεν ἡ παράταξις. Ἀληθὴς τοίνυν ἡ πρόῤῥησις, ὅτι «Αὔριον σὺ ἀποθανῇ, καὶ Ἰωνάθαν υἱός σου μετὰ σοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ, καὶ σὲ δώσει Κύριος εἰς χεῖρας τῶν ἀλλοφύλων.» Τούτων δὲ οὐδὲν ἔτι περιὼν ὁ θεῖος Σαμουὴλ προειρήκει, ἀλλὰ μόνην τῆς βασιλείας τὴν στέρησιν· τοῦ δέ γε Ἰωνάθαν οὐδεμίαν ἐποιήσατο μνήμην. Ἐνταῦθα δὲ καὶ αὐτοῦ, καὶ τοῦ Ἰωνάθαν προεῖπε τὸν ὄλεθρον, καὶ τοῦ λαοῦ τὴν ἧτταν, καὶ τῶν ἀλλοφύλων τὴν νίκην. Ἀλλ' ὑποπτεύουσι πλείους ἐν τῷ μεταξὺ διεληλυθέναι ἡμέρας· καὶ τὸν συγγρα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
