# Quaestiones in libros Regnorum et Paralipomenon 80.593

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.593

φέα, κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς, ἀναλαβεῖν τὴν περὶ τοῦ πολέμου διήγησιν. Καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὅτι καὶ τοῦ Σαμουὴλ τὴν τελευτὴν προειπὼν ὁ ἱστοριογράφος, πάλιν μετὰ πολλὰ ἔφη διηγήματα· «Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψατο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθὲμ τῇ πόλει αὐτοῦ.» Ἀνέλαβε δὲ τουτὶ τὸ διήγημα, ἵν' ὡς ἔφην, τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγήσηται. Οὕτω καὶ τὰ κατὰ τὸν πόλεμον ἀνέλαβεν, ἵνα διδάξῃ ὅπως οἱ σατράπαι τῶν ἀλλοφύλων συμπαρατάξασθαι σφίσι τὸν Δαβὶδ διεκώλυσαν· ὅπως δὲ τὴν Κεϊλὰν καταλαβὼν ἀνάστατον εὗρε γεγενημένην, καὶ ὅτι διώξας τοὺς Ἀμαληκίτας κατὰ κράτος ἐνίκησε, καὶ πλὴν ὀλίγων κατηκόντισεν ἅπαντας, καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγε, τήν τε οἰκείαν καὶ τὴν ἐκείνων. Αὐτίκα γοῦν τοῦτο πεπληρωκὼς τὸ διήγημα, ἀνέλαβε τὸν περὶ τοῦ πολέμου τῶν ἀλλοφύλων λόγον· καὶ ἐδίδαξεν ὅπως Ἰωνάθαν καὶ Σαοὺλ ἀνῃρέθησαν. Μαρτυρεῖ δὲ τῷ χρόνῳ καὶ ἡ τῆς δευτέρας ἱστορία τῶν Βασιλειῶν ἀρχή. «Ἐγένετο γὰρ, φησὶ, μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε Δαβὶδ ἐν Σεκελὰ ἡμέρας δύο. Καὶ ἐγένετο ἐν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.» Ἀλλὰ γὰρ ἀναγκαῖον οἶμαι πάλιν ἐν κεφαλαίῳ θεῖναι τὰ ῥήματα. Τῆς στρατιᾶς τῶν ἀλλοφύλων ἀθροιζομένης, εἶδον οἱ σατράπαι σὺν τῷ Ἀγχοῦς τὸν Δαβὶδ, καὶ δυσχεράναντες ἔπεισαν ὡς πολέμιον ἀπολῦσαι τὸν Δαβίδ. Ἀναστρέψας δὲ εὗρε πορθηθεῖσαν τὴν Κεϊλάν. Εὐθὺς οὖν ὁρμήσας καὶ τοὺς Ἀμαληκίτας εὑρὼν τοῖς σκύλοις ἐντρυφῶντας, κατὰ κράτος ἐνίκησε, καὶ σὺν τοῖς οἰκείοις τὸν ἐκείνων ἐκομίσατο πλοῦτον. Τούτων γινομένων, καταλιπὼν ὁ Σαοὺλ τὸ στρατόπεδον, πρὸς τὴν ἐγγαστρίμυθον ἧκε. Δεξάμενος δὲ τὴν ἀπόφασιν, καὶ μετ' ὀδύνης δεδειπνηκὼς, διὰ πάσης μὲν τῆς νυκτὸς ἐποιήσατο τὴν πορείαν, ἕωθεν δὲ κατέλαβε τὸ στρατόπεδον. Εἶτα τῆς συμπλοκῆς γενομένης ἐσφάγη. Ἀληθὴς τοίνυν ἡ πρόῤῥησις· θεία γὰρ ἦν· οὐ διὰ τοῦ Σαμουὴλ, ὡς οἶμαι, γεγενημένη. Ἐκείνη μὲν γὰρ εἴρηκεν ὃ ἐθεάσατο σχῆμα· ὁ δὲ Σαοὺλ ἐκ τοῦ σχή-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
