# Quaestiones in libros Regnorum et Paralipomenon 80.604

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.604

παρῄνεσε τὸν θυμὸν εἰς ἄλλον τινὰ κατακενῶσαι τῶν φευγόντων στρατιωτῶν, καὶ οὐδὲ τοῦτον ἀνελεῖν, ἀλλὰ μόνον λαβεῖν τὴν σκευὴν παρηγγύησεν, ἵνα ἔχῃ τινὰ τοῦ πόνου καρπόν. Ἀπειθοῦντα δὲ ἰδὼν, ἡμέρως ἠπείλησεν, «Ἀπόστηθι ἀπ' ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου;» Ἐπειδὴ δὲ εἶδε τῆς αὐτοῦ σφαγῆς ὀρεγόμενον, τῷ σαυρωτῆρι πλήξας, καὶ τὸν δρόμον ἔπαυσε, καὶ τὴν ζωὴν προσαφείλετο. ΕΡΩΤ. Ιʹ Πῶς νοητέον, «Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία;» Οἱ τοῦ Ἀβεννὴρ στρατιῶται φεύγοντες εἴς τινα λόφον κατέφυγον. Ὁ δὲ Ἰωὰβ σὺν τοῖς ὑπηκόοις προσβαλεῖν ἐπεχείρει. Πάλιν τοίνυν συνετῶς καὶ πράως ὁ Ἀβεννὴρ ἀνέμνησε τὸν ἀρχιστράτηγον τῶν τοῦ πολέμου μεταβολῶν. Τοῦτο γὰρ δηλοῖ, «Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; οὐκ οἶδας, ὅτι πικρὰ τὰ ἔσχατα, καὶ ἕως πότε οὐ μὴ εἴπης τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν αὐτῶν;» Καὶ τῆς συγγενείας ἀνέμνησεν, ἵνα τὴν δυσμένειαν παύσῃ, καὶ τῶν πολέμων ἐδήλωσε μεταβολάς· πολλάκις γὰρ οἱ νικῶντες ἡττῶνται, καὶ οἱ διώκοντες φεύγουσιν. Ἄλλως τε οὐδὲ δίκαιόν φησι τοὺς νικῶντας θεασαμένους τροπὴν πανωλεθρίαν ἐπαγαγεῖν τοῖς ἡττημένοις ζητεῖν· τοῦτο γὰρ δηλοῖ τὸ «Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία;» Τούτοις εἶξε τοῖς λόγοις ὁ Ἰωάβ· καὶ τῇ σάλπιγγι σημάνας, τὴν δίωξιν ἔπαυσεν. ΕΡΩΤ. ΙΑʹ. Τοῦ νόμου διαγορεύοντος, τὴν ἀφισταμένην τοῦ ἀνδρὸς γυναῖκα, καὶ ἑτέρῳ συναπτομένην, μὴ ἐπανιέναι πρὸς τὸν πρότερον ἄνδρα, πῶς ὁ μακάριος Δαβὶδ ἠνέσχετο τὴν Μελχὸλ πάλιν λαβεῖν γημαμένην ἑτέρῳ; Ὁ νόμος ἐκέλευσε τὴν παρὰ τοῦ ἀνδρὸς ἀπολυθεῖσαν, καὶ συναφθεῖσαν ἑτέρῳ, μὴ ἀναστρέφειν πρὸς τὸν πρότερον ἄνδρα. Τοῦτο γὰρ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου δεδήλωκεν ὁ Θεός. Ἔφη δὲ οὕτως· «Ἐὰν ἀπολύσῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ πορευθῇ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Σὺ δὲ ἐξεπόρνευσας εἰς ποιμένας πολλοὺς, καὶ ἀνέκαμπτες πρός με, λέγει Κύριος.» Ἀλλ' ὁ βασιλεὺς Δαβὶδ οὐκ ἀπολελύκει τὴν Μελχόλ· ὁ δὲ ἐκείνης πατὴρ παρανόμως αὐτὴν τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
