Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.605
Not analysed yet
ὁμοζύγου ἀποστήσας, ἐδεδώκει ἑτέρῳ. Βία τοίνυν, οὐ γάμος ἦν ἡ πρὸς ἐκεῖνον συνάφεια. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ.» Ἄκουσα δὲ αὕτη συνήφθη ἑτέρῳ. Οὐ τοίνυν Δαβὶδ παρέβη τὸν νόμον, ἀλλ' ὁ ταύτην ἑτέρῳ συνάψας. Οὐδὲ γὰρ γάμος ὁ παρανόμως γεγενημένος· τῇ δὲ τοῦ πατρὸς βίᾳ συγγνοὺς ὁ Δαβὶδ ἀνέλαβε τὴν γυναῖκα. ΕΡΩΤ. ΙΒʹ. Τίνος ἕνεκα τὸν Ἀβεννὴρ ἀνεῖλεν ὁ Ἰωάβ; Πρόφασιν μὲν ἔσχε τοῦ Ἀσαὴλ τὴν σφαγήν· ἀληθῆ δὲ αἰτίαν, τὸν φθόνον. ᾜδει γὰρ ὡς τῆς στρατηγίας ἐκείνης ἀξιωθήσεται, πάντα τῷ βασιλεῖ προσάγων τὸν Ἰσραήλ. Ἡ φιλαρχία τοίνυν αὐτὸν εἰς τὴν μιαιφονίαν καθώπλισεν· ὁ δὲ τὰ πάντα ἄριστος βασιλεὺς, καὶ τὸν ἀδίκως ἀνῃρημένον ἐθρήνησε, καὶ τὸν ἀδίκως ἀνῃρηκότα πολλαῖς ὑπέβαλε καὶ παντοδαπαῖς ἀραῖς. «Ἀθῷος γὰρ, φησὶν, ἐγὼ, καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Αἷμα Ἀβεννὴρ υἱοῦ Νὴρ ἐπὶ κεφαλὴν Ἰωὰβ, καὶ ἐπὶ πάντα τὸν οἶκον αὐτοῦ· καὶ μὴ ἐκλίπῃ ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυής, καὶ λεπρὸς, καὶ κρατῶν σκυτάλην, καὶ πίπτων ἐν ῥομφαίᾳ, καὶ ἐλαττούμενος ἄρτων.» Γονοῤῥυὴς δὲ καὶ λεπρὸς κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ τῆς κοινῆς πολιτείας κεχωρισμένος. Σκυτάλῃ δὲ χρῶνται οἱ σῶμα πεπηρωμένοι. Ὅθεν ὁ Ἀκύλας τυφλὸν τὸν τοιοῦτον ὠνόμασεν. Ἐπηράσατο τοίνυν τῷ ἐκείνου γένει, παντοδαπὴν ἀσθένειαν σώματος, πενίαν ἐσχάτην, τὴν διὰ ξίφους σφαγήν· καὶ μέντοι καὶ τελευτῶν αὐτὸν ἀναιρεθῆναι προσέταξεν. ΕΡΩΤ. ΙΓʹ. Τί ἐστιν· «Εἰ κατὰ θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;» Ἐκεῖνος, φησὶν, ὡς ἀπηνὴς, καὶ ἄδικος, καὶ ἀχάριστος, μάλα δικαίως ὑπεβλήθη θεηλάτῳ πληγῇ. Ὁ δὲ Ἀβεννὴρ, καὶ ἐν συμβουλαῖς ἴσος, καὶ ἐν πολέμοις ἀνδρεῖος. Τοῦτο γὰρ ἐπήγαγεν· «Αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οὐδὲ οἱ πόδες σου ἐν πέδαις· ἐνώπιον υἱοῦ ἀδικίας ἔπεσας.» Οὐ παραταττόμενος, φησὶν, ἡττήθης, καὶ ὡς δορυάλωτος ἐπεδήθης· ἀλλ' ὑπόκρισίς σοι φιλίας ἐπήνεγκε τὴν πληγήν. Ὁ μὲν οὖν