# Quaestiones in libros Regnorum et Paralipomenon 80.608

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.608

βασιλεὺς ἀλγήσας ἐθρήνησεν· ὁ δὲ θρῆνος τοῦ λαοῦ τὴν εὔνοιαν ηὔξησεν. ΕΡΩΤ. ΙΔʹ. Τί δήποτε μετὰ τὴν ἄδικον σφαγὴν οὐκ ἀνεῖλε τὸν Ἰωάβ; Αὐτὸς ἐν τοῖς λόγοις δεδήλωκεν· «Οὗτοι γὰρ, φησὶν, οἱ ἄνδρες οἱ υἱοὶ Σαρουΐα σκληρότεροί μου εἰσίν.» Ὅθεν αὐτοὺς τῷ Θεῷ παραδέδωκεν· «Ἀνταποδῷ Κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.» Ἔνθα γὰρ αὐτῷ ῥᾴδιον χρήσασθαι τῷ δικαίῳ θυμῷ, οὐδεμίαν ποιεῖται φειδώ. Αὐτίκα γοῦν τοὺς τὸν Μεμφιβοσθὲ πεφονευκότας, καὶ τὴν ἐκείνου κομίσαντας κεφαλὴν, ἀκροτηριάσας ἐσταύρωσε, καίτοι νενομικότας πᾶσαν αὐτῷ προσάγειν τοῦ Ἰσραὴλ τὴν βασιλείαν τῇ τοῦ βασιλεύσαντος ἐκείνων σφαγῇ. Ἀλλ' ἐκείνους μὲν οὕτως ἀνεῖλε· τὴν δὲ τοῦ δυσμενοῦς κεφαλὴν ἐντίμως ταφῇ παρέδωκεν. ΕΡΩΤ. ΙΕʹ. Τίνος χάριν ὁ Δαβὶδ τρίτον ἐχρίσθη, Τῆς μὲν βασιλικῆς χρίσεως διὰ τοῦ Σαμουὴλ ἠξιώθη· τὰς δὲ τοῦ λαοῦ χειροτονίας χρίσεις ἡ ἱστορία καλεῖ. Προτέρα μὲν γὰρ αὐτὸν ἐχειροτόνησεν ἡ Ἰούδα φυλή. Ἑπτὰ δὲ ἔτεσιν ὕστερον καὶ ἄλλαι φυλαὶ κατεδέξαντο βασιλέα. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκε· «Καὶ χρίουσι τὸν Δαβὶδ εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ.» Εἶτα ἐπήγαγε· «Τριάκοντα ἐτῶν Δαβὶδ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν· ἐν Χεβρὼν καὶ ἐπὶ Ἰούδαν ἔτη ἑπτὰ μῆνας ἕξ· καὶ ἐν Ἱερουσαλὴμ τριάκοντα καὶ δύο ἔτη καὶ μῆνας ἓξ, ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν.» ΕΡΩΤ. Ιϛʹ. Πῶς νοητέον τὸ, «Πᾶς ὁ τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι.» Ἑβραῖός τις εἶπε τὸ, «Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι,» ἐκδεδωκέναι τὸν Ἀκύλαν, «Ἁπτόμενος ἐν τῷ κρουνῷ·» τοῦτο λέγων, ὅτι φειδόμενος ὁ Δαβὶδ τοῦ τείχους τῆς πόλεως, διὰ τοῦ ὁλκοῦ τοῦ ὕδατος ἐπέταττε τοῖς ὁπλίταις εἴσω παρελθεῖν τῆς πόλεως. Οἱ γὰρ Ἰεβουσαῖοι μέχρις ἐκείνου τοῦ καιροῦ κατεῖχον τὴν Ἱερουσαλήμ. Παραυτίκα γοῦν τοῦ ἐμφυλίου πολέμου παυσαμένου, κατὰ τούτων ἐστράτευσε πρῶτον ὁ βασιλεύς. Ἐκεῖνοι δὲ καταφρονοῦντες τῆς στρατιᾶς, τοὺς τὸ σῶμα πε-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
