# Quaestiones in libros Regnorum et Paralipomenon 80.609

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.609

πηρωμένους ἐπὶ τὸ τεῖχος ἀναβιβάσαντες ἐπιτωθάζειν ἐκέλευον, καὶ λέγειν, ὡς οὐκ εἰσελεύσεται Δαβὶδ εἰς τὴν πόλιν. Ἑλὼν τοιγαροῦν τὴν ἀκρόπολιν· ταύτην γὰρ λέγει περιοχήν· ἤλαυνε κατακράτος τοὺς πολεμίους, εἰς ἀνδρείαν παραθήγων τοὺς στρατιώτας, καὶ πάντας ἄρδην κατακοντίζειν κελεύων, κατὰ τὴν ἀρχῆθεν τοῦ Θεοῦ γεγενημένην ἀπόφασιν. Νενικηκὼς δὲ, καὶ τῶν ἀλλογενῶν ἐλευθερώσας τὴν πόλιν, Δαβὶδ αὐτὴν προσηγόρευσε πόλιν. Οὕτω δὲ τὴν Σιὼν ὀνομάζει, τουτέστι τὴν ἄνω πόλιν. Τοῦτο γὰρ καὶ ἡ ἱστορία φησί· «Καὶ ἐκάθισε Δαβὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαβίδ. Καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ.» Εἶτα διδάσκει καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν· «Καὶ ἐπορεύετο Δαβὶδ πορευόμενος, καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ.» Οὗτος δὲ ὁ λόγος τῶν τὸ πανάγιον Πνεῦμα σμικρύνειν πειρωμένων ἐλέγχει τὴν βλασφημίαν. Κύριος γὰρ παντοκράτωρ ὠνομάσθη πολλάκις. ΕΡΩΤ. ΙΖʹ. Κοιλάδα Τιτάνων τίνα λέγει; Τοὺς γίγαντας καὶ Τιτᾶνας ὠνόμαζον· ὁ δὲ Ἑβραῖος Ῥαφαεὶμ αὐτοὺς κέκληκεν. Ἔσχε δὲ τοιούτους ἄνδρας καὶ ἡ Χεβρὼν, καὶ ἡ Γέθ· καὶ ἐκ τούτων ἦν καὶ ὁ Γολιὰθ, καὶ ἄλλοι τινὲς, ὧν ὁ συγγραφεὺς ἐμνήσθη τῶν ἀριστέων, τοῦ Δαβὶδ τὰς ἀνδραγαθίας συγγράφων. Εἰκὸς τοίνυν ἐν τῷδε τῷ χωρίῳ πάλαι τινὰ τούτων γενέσθαι παράταξιν, καὶ λαβεῖν ἐκ τούτων τὴν ἐπωνυμίαν τὸν τόπον. ΕΡΩΤ. ΙΗʹ. Τί δήποτε ποτὲ μὲν κελεύει τῷ Δαβὶδ ὁ Θεὸς συμπλακῆναι τοῖς ἀλλοφύλοις, ποτὲ δὲ κωλύει; Ὡς πάνσοφος παιδοτρίβης αὐτὸν γυμνάζει πρὸς ἀρετὴν, καὶ πείθει μὴ τῇ οἰκείᾳ δυνάμει θαῤῥεῖν, ἀλλὰ τὴν αὐτοῦ προσμένειν ἐπικουρίαν. Ὅθεν αὐτῷ καὶ σημεῖα δίδωσι τῆς οἰκείας ἐπιφανείας. «Ὅταν γὰρ ἴδῃς, φησὶν, αὐτομάτως ἀνέμου δίχα τὰ ἄλση κινούμενα, τότε κατάβηθι εἰς τὸν πόλεμον· ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου τύπτειν ἐν τῷ πολέμῳ τοὺς ἀλλοφύλους.» ΕΡΩΤ. ΙΘʹ. Τίνος ἕνεκεν ὁ Ὀζᾶν θεηλάτῳ πληγῇ ἐτελεύτησεν; Τινὲς μὲν προπετείας αὐτὸν δοῦναι δίκας εἶπον,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
