Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.612
Not analysed yet
ὡς ἐπαμῦναι πειραθέντα τῇ κιβωτῷ, ἢ παντὸς τοῦ λαοῦ προστατεύουσα, τῆς ἑτέρων ἐπικουρίας οὐκ ἔχρῃζεν. Ἰώσηπος δέ φησιν, ἐπειδὴ Λευΐτης οὐκ ὢν ἐτόλμησεν ἅψασθαι τῆς κιβωτοῦ, τὴν τιμωρίαν ἐδέξατο· τοῦτο δὲ ψευδὲς ἄντικρυς· τοῦ γὰρ Ἀμιναδὰβ ἦν υἱὸς, ᾧ παρέδοσαν τὴν κιβωτὸν οἱ ἐν Βεθσάμοις, ἀφεθεῖσαν ὑπὸ τῶν ἀλλοφύλων· τῆς δὲ Λευιτικῆς ἦν οὗτος φυλῆς· καὶ τοῦτο ἡ ἱστορία διδάσκει· «Καὶ ἡγίασε γὰρ, φησὶ, τὸν υἱὸν αὑτοῦ Ἐλεάζαρ, φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.» Ὅτι δὲ καὶ οὗτος τοῦ Ἀμιναδὰβ ἦν υἱὸς, ἡ ἱστορία διδάσκει· «Καὶ ἐπεβίβασαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐπὶ ἅμαξαν καινὴν, καὶ ἦραν αὐτὴν ἐκ τοῦ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζᾶν, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, οἱ υἱοὶ Ἀμιναδὰβ, ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ τοῦ Θεοῦ.» Καὶ Ὀζᾶν, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν, καὶ ἐκ πλαγίων τῆς κιβωτοῦ.» Οὐκ ἐξ ἄλλης τοιγαροῦν ἦν φυλῆς, ὡς ὁ Ἰώσηπος ἔφη, ἀλλὰ καὶ Λευΐτης ἦν. Οὔτε μὴν διὰ προπέτειαν τὴν τιμωρίαν ἐδέξατο. Κλιθείσης γὰρ τῆς ἁμάξης, ἐχρῆν προσερεῖσαι τὴν χεῖρα· ἀλλ' ἑτέρας παρανομίας ἔτισε δίκας. Τοῦ γὰρ Θεοῦ προστεταχότος τοὺς ἱερεῖς ἐπ' ὤμων φέρειν τὴν κιβωτὸν, παρὰ τὸν νόμον ἐφ' ἁμάξης ἐκόμισαν. Ἐξηπάτησε δὲ αὐτοὺς τὸ παρὰ τῶν ἀλλοφύλων οὕτως ἐκπεμφθεῖσαν μηδένα λυμήνασθαι. Ἀλλ' ἐχρῆν συνιδεῖν, ὡς οὔτε τὸν νόμον ᾔδεισαν οἱ ἀλλόφυλοι, καὶ ἱερεῖς οὐ παρῆσαν, ἵνα κατὰ τὸν νόμον αὐτὴν μετενέγκωσιν. Ὅτι δὲ τοῦτο ἀληθὲς, τὰ ἑξῆς διδάσκει. Τοῦ γὰρ Ὀζᾶν πεπτωκότος, δείσας ὁ βασιλεὺς οὐκ εἰς τὰ βασίλεια τὴν κιβωτὸν ἐξενήνοχεν, ἔνθα καὶ τὴν θείαν κατεσκευάκει σκηνὴν, ἀλλ' εἰς τὸν οἶκον Ἀβεδδαρά. Ἐπειδὴ δὲ εἶδε παντοδαπῆς εὐλογίας ἐν τρισὶ μησὶ τὴν οἰκίαν πλησθεῖσαν ἐκείνην, εὐθὺς αὐτὴν εἰς τὰ βασίλεια μετεκόμισεν, οὐχ ἁμάξῃ χρησάμενος, ἀλλὰ τοῖς ἱερεῦσι κατὰ τὸν νόμον. «Ἦσαν γὰρ, φησὶ, μετ' αὐτῶν οἱ αἴροντες τὴν κιβωτὸν Κυρίου ἑπτὰ χοροὶ, καὶ θῦμα μόσχου καὶ ἀρνός· καὶ Δαβὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου· καὶ αὐτὸς ἐνδεδυμένος στολὴν ἔξαλλον·» οὕτω δὲ τὴν ποικίλην ὠνόμασε. Σαφέστερον δὲ τοῦτο ἐδίδαξεν ἡ βίβλος τῶν Παραλειπομένων· «Ἦραν γὰρ, φησὶ, τὴν κιβωτὸν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ, ἐπ' ἀναφορεῦσι, κατὰ τὴν γραφὴν, ἐν ὤμοις αὐτῶν.»