# Quaestiones in libros Regnorum et Paralipomenon 80.613

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.613

ΕΡΩΤ. Κʹ. Διατί κατεγέλασεν ἡ Μελχὼλ τοῦ Δαβίδ; ᾨήθη βασιλέως ἀλλότριον τὸ δημοσίᾳ χορεύειν· οὐ γὰρ ᾔδει τοῦ θείου πόθου τὰ κέντρα. Ὅθεν ὁ βασιλεὺς σφοδρότερον ἐπετίμησεν αὐτῇ· «Ἐναντίον γὰρ, φησὶ, Κυρίου ὀρχήσομαι καὶ παίξομαι· ζῇ Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ πάντα τὸν λαὸν αὑτοῦ τὸν Ἰσραήλ.» Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν. Εἶτα ἐδίδαξεν ἡ ἱστορία, ὅτι τῇ Μελχὼλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον, ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν. Ἀλλ' οὐ μόνον διὰ ταύτην τὴν αἰτίαν στεῖρα μεμένηκεν· ἀλλ' ὥστε μηδένα ἐξ ἐκείνου βασιλεῦσαι τοῦ σπέρματος. Εἰκὸς γὰρ ἦν, τὸν λαὸν τὸν ἑκατέρωθεν εὐγενείᾳ λάμποντα προτιμῆσαι τῶν ἄλλων. ΕΡΩΤ. ΚΑʹ. Προφήτης ὢν ὁ Νάθαν πῶς ἠγνόησε τὸ βούλημα τοῦ Θεοῦ, καὶ τῷ Δαβὶδ οἰκοδομῆσαι τὸν θεῖον οἶκον προσέταξεν; Καὶ ἤδη ἔφην, ὡς οὐκ ᾔδεισαν ἅπαντα οἱ προφῆται, ἀλλ' ὥσπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκάλυπτεν. Οὕτως ὁ Σαμουὴλ ἠγνόει τίνα χρῖσαι προσήκει· οὕτως ὁ Ἑλισσαῖος τὸ τῆς Σωμανίτιδος πάθος· «Ἄφες γὰρ αὐτὴν, ἔφη, ὅτι κατώδυνος ἡ ψυχὴ αὐτῆς, καὶ Κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ.» Οὕτω καὶ ὁ Νάθαν ἐπαινέσας τὸν τοῦ βασιλέως σκοπὸν, ἐνόμισεν ἀρέσκειν τῷ τῶν ὅλων Θεῷ. Ὅθεν εἶπε· «Πάντα ὅσα ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι ὁ Θεὸς μετὰ σοῦ.» Ἀλλὰ νύκτωρ ἐπιφανεὶς ὁ Δεσπότης Θεὸς ταῦτα ἔφη πρὸς τὸν Νάθαν· «Πορεύου, καὶ εἰπὲ τῷ δούλῳ μου Δαβίδ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με, ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ, ἀφ' ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, ἕως τῆς ἡμέρας ταύτης.» Καὶ πρῶτον μὲν ἐψυχαγώγησεν αὐτὸν τῇ τῆς δουλείας προσηγορίᾳ· «Εἰπὲ γὰρ, φησὶ, τῷ Δαβὶδ τῷ δούλῳ μου·» ἄκρα δὲ τιμὴ τὸ δοῦλον ὀνομασθῆναι Θεοῦ. Ἔπειτα τὸ ἀνενδεὲς τῆς οἰκείας ἐδίδαξε φύσεως· «Οὐ κατῴκηκα γὰρ, φησὶν, ἐν οἴκῳ.» Τὸ δὲ, «Ἀφ' ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου,» ἀντὶ τοῦ, πάντα χρόνον ὃν συνεγενόμην ὑμῖν, ἔν τε τῇ ἐρήμῳ, καὶ ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
