# Quaestiones in libros Regnorum et Paralipomenon 80.616

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.616

ταύτῃ τῇ γῇ. Ὅτι γὰρ οὐδὲ πρὸ τούτου τοῦ χρόνου νεὼν ἔσχεν, αἱ πάλαι διδάσκουσιν ἱστορίαι. Εἶτα τὴν ἄπειρον δύναμιν καὶ φιλανθρωπίαν δεικνὺς, ἐπήγαγε· «Καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι, καὶ ἐν σκηνῇ, ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ.» Καὶ προστέθεικεν, ὡς οὐδενὶ τῶν κριτῶν, οἳ ἐκ διαφόρων ἦσαν φυλῶν, ἢ προσέταξεν οἰκοδομῆσαι ναὸν, ἢ ἐνεκάλεσεν ὡς τοῦτο μὴ δεδρακότι. Τοῦτο γὰρ εἶπεν· «Εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου τὸν Ἰσραὴλ λέγων· Τί ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον;» Ἔπειτα τῷ τῆς εὐνοίας χρησάμενος ὀνόματι, καὶ δοῦλον αὐτοῦ προσαγορεύσας, ἀνέμνησε τῆς προβατείας, καὶ τῆς ἄλλης πενίας· ἐπέδειξε δὲ τῆς βασιλείας τὸ ὕψος, καὶ τὴν τῆς ἄλλης κηδεμονίας φιλοτιμίαν. «Ἤμην γὰρ, φησὶ, μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα μέγα, κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.» Ταῦτα δὲ εἰς τὴν τῆς εὐσεβείας καὶ εὐνομίας βεβαίωσιν εἴρηκεν, ἵνα τῶν εὐεργεσιῶν μεμνημένος θεραπεύῃ τὸν εὐεργέτην. Ὑπέσχετο δὲ καὶ τοῦ λαοῦ προμηθεῖσθαι· «Θήσομαι γὰρ, φησὶ, τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθ' ἑαυτόν.» Κατὰ τὸν θεῖον γὰρ πολιτευόμενος νόμον, τῶν ἄλλων ἐθνῶν ἐκεχώριστο. Τὸ δὲ, «Οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν,» τὰ ἑξῆς ἑρμηνεύει· «καθὼς ἀπ' ἀρχῆς, φησὶ, καὶ ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ.» Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τῶν κριτῶν, ποτὲ μὲν Ἀμμανίταις καὶ Μωαβίταις, ποτὲ δὲ Μαδιηνίταις καὶ ἀλλοφύλοις ἐδούλευσαν, ὑπέσχετο αὐτοῖς ἀκεραίαν σώζειν τὴν βασιλείαν, καὶ τῶν συχνῶν τούτων ἀπαλλάξειν μεταβολῶν. Εἶτα τὸν λογικὸν, καὶ θεῖον, καὶ σωτήριον αὐτοῖς οἰκοδομήσειν ναὸν ἐπηγγείλατο. «Καὶ ἀπαγγελεῖ σοι γὰρ, φησὶ, Κύριος, ὅτι οἰκοδομήσει οἶκον ἑαυτῷ. Ὅτι δὲ τὴν ἐκ τῆς ἁγίας Παρθένου σάρκα καὶ αὐτὸς ᾠκοδόμησε, καὶ αὐτὴν ναὸν προσηγόρευσεν, ὁ εὐαγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξε, τὴν Ἰουδαίων ἐρώτησιν καὶ τοῦ Δεσπότου Χριστοῦ τὴν ἀπόκρισιν τῇ συγγραφῇ τῶν ἱερῶν Εὐαγγελίων ἐντεθεικώς. Τῶν γὰρ Ἰουδαίων εἰρηκότων· «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;» ὑπολαβὼν ὁ Κύριος ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
