# Quaestiones in libros Regnorum et Paralipomenon 80.621

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.621

κεχρῆσθαι τοὺς βασιλέας, ἵνα μὴ αὐτοῖς, ἀλλὰ τῇ θείᾳ δυνάμει θαῤῥῶσι. Τοῦτον τηρῶν τὸν νόμον, τὰ πλεῖστα τῶν ἁρμάτων διέλυσεν. Ἔστι δὲ αὐτοῦ ἀκοῦσαι καὶ ἐν τοῖς Ψαλμοῖς μελῳδοῦντος, καὶ λέγοντος· «Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.» Πεπλήρωκε δὲ καὶ Ἰσαὰκ τοῦ πατριάρχου τὴν εὐλογίαν τὴν τῷ Ἰακὼβ δοθεῖσαν· «Γίνου γὰρ, ἔφη, κύριος τοῦ ἀδελφοῦ σου.» Αὐτὸς δὲ τὴν Ἰδουμαίαν ἐπάταξε, καὶ ἔθετο φρουρὰν ἐν αὐτῇ. Τὸ δὲ, «Πάσῃ τῇ Ἰδουμαίᾳ ἔθηκεν ἐστηλωμένους,» δηλοῖ ὡς ἐν ἑκάστῃ πόλει κατέστησε τοὺς φρουρούς. Οὓς γάρ τινες καλοῦσιν ἐγκαθέτους, ἐστηλωμένους ὠνόμασεν. Εἶτα ἐπήγαγε· «Καὶ ἐγένοντο, φησὶ, πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ.» Ἐπέθηκε τοίνυν τῇ προγονικῇ προῤῥήσει τὸ τέλος. Ὁ δὲ συγγραφεὺς διηγεῖσθαι μέλλων τὴν παρανομίαν, ᾗ περιπέπτωκεν ὁ θεῖος ἀνὴρ, ἀναγκαῖον ᾠήθη πρῶτον ἐπιδεῖξαι τὴν τοῦ ἀνδρὸς ἀρετήν· ἵνα γνῶμεν ὡς οὐ γνώμης ἦν, ἀλλὰ περιστάσεως τὸ πλημμέλημα. «Ἦν γὰρ, φησὶ, Δαβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην εἰς πάντα τὸν λαὸν αὐτοῦ.» Εἶτα λέγει τοὺς ἄρχοντας, ὅτι ὁ δεῖνα μὲν τήνδε τὴν ἀρχὴν, ὁ δεῖνα δὲ τήνδε ἐπιστεύθη. Ἐμνήσθη δὲ καὶ τῶν ἱερέων, τοῦ Σαδὼκ καὶ τοῦ Ἀβιάθαρ. Ἐνταῦθα δὲ οἶμαι γραφικὸν εἶναι ἁμάρτημα. Οὐ γὰρ ὁ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, ἀλλ' ὁ Ἀβιάθαρ υἱὸς Ἀχιμέλεχ. Τὸν δὲ Φελεθὶ καὶ τὸν Χερεθὶ, τοὺς σφενδονήτας καὶ τοὺς τοξότας καλεῖ. Ὁ δὲ περὶ τοὺς ἐχθροὺς φιλάνθρωπος, οὐκ ἄρα ἤμελλεν ἀμνημονήσειν τῶν φίλων. Ὅθεν ἤρετο, «Εἰ ἔστι τις ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαοὺλ, καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;» Διὰ γὰρ τὴν περὶ τοῦτον εὔνοιαν παρεώρα τὴν ἐκείνου δυσμένειαν. Εἶτα ἀξιοῖ τὸν Μεμφιβαὰλ θεραπείας, πάντων μὲν αὐτὸν ἀποφήνας εἶναι τῶν τοῦ Σαοὺλ κτημάτων δεσπότην· συνεῖναι δὲ αὐτῷ κελεύσας, καὶ ὁμοδίαιτον εἶναι διηνεκῶς.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
