# Quaestiones in libros Regnorum et Paralipomenon 80.628

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.628

τοῦ.» Ταῦτα δὲ πάντα διέξεισι, δεῖξαι βουλόμενος τὴν τῆς παρανομίας ὑπερβολήν. Ἐν δέ γε τοῖς ἑξῆς ἀπολογίαν τινὰ συνυφαίνει τοῖς λόγοις. Ὁδοιπόρον γὰρ τὴν κακὴν ἐπιθυμίαν ὠνόμασεν· ὡς νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ' ἐκεῖνον φοιτῶσαν. Ξένον δὲ πάλιν αὐτὴν προσηγόρευσεν, ὡς ἀήθη τοῦ Δαβὶδ, καὶ γνώριμον οὐδὲ πώποτε γεγενημένην. Τοῦτο γὰρ αὐτὸν τῆς συγγνώμης μεταλαχεῖν παρεσκεύασεν. Οὐ γὰρ πονηροῖς ἐπιτηδεύμασιν ἐνετράφη, οὐδὲ ἐκ γνώμης, ἀλλ' ἐκ περιστάσεως ἐδέξατο τὴν πληγήν· καὶ ῥᾳθυμίας ἦν, οὐ κακοηθείας, ἡ ἁμαρτία. Ἀλλ' ἐν τοῖς ἑξῆς τὴν κατηγορίαν ηὔξησεν Ἔδει γὰρ ἐκ τῶν οἰκείων θῦσαι, καὶ μὴ τὴν ἀλλοτρίαν καὶ μόνην ἀμνάδα. Οὕτω τῆς γραφῆς ἐν ἀλλοτρίῳ γεγενημένης προσώπῳ, ὁ δικαστὴς δικαίαν τὴν ψῆφον ἐξήνεγκε· «Ζῇ γὰρ, ἔφη, Κύριος, ὅτι ἄξιος θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· καὶ τὴν ἀμνάδα ἀποτίσει τετραπλασίονα, ἀνθ' ὧν ἐποίησε τὸ πρᾶγμα τοῦτο, καὶ ὑπὲρ οὗ οὐκ ἐφείσατο.» Ἐπειδὴ ὁ κατηγορούμενος τὴν καθ' ἑαυτοῦ ἀπόφασιν ἐξενήνοχε, τότε λοιπὸν ῥίψας ὁ προφήτης τὸ προσωπεῖον, γυμνὸν ἔδειξε τοῦ κατηγορουμένου τὸ πρόσωπον. Ἔφη γὰρ, «Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐγὼ ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυρίου σου, καὶ τὰς γυναῖκας αὐτοῦ εἰς τὸν κόλπον σου· καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα.» Εἶτα ἐδήλωσε τῆς φιλοτιμίας τὸ ἄμετρον· «Καὶ εἰ ὀλίγα σοί ἐστι, προσθήσω καθὼς ταῦτα.» Πρὸ τῆς τομῆς ἡ θεραπεία, πρὸ τῆς τιμωρίας ἡ ψυχαγωγία· «Καὶ εἰ ὀλίγα σοί ἐστι, προσθήσω καθὼς ταῦτα.» Ἔπειτα τῆς κατηγορίας ὁ ἔλεγχος· «Καὶ ὅτι ἐξουδένωσας τὸν Κύριον τοῦ ποιεῖν πονηρὸν ἐνώπιον αὐτοῦ.» Κατεφρόνησάς μου τῶν νόμων, οὐκ ᾠήθης ἐφορᾷν με τῶν ἀνθρώπων τὰς πράξεις· ὑπερετρύφησάς μου τοῖς ἀγαθοῖς, κατ' ἐμοῦ τοῦ δεδωκότος ἐσκίρτησας. «Τὸν Οὐρίαν τὸν Χετθαῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ τῶν υἱῶν Ἀμμών.» Τὸν οὕτως εὔνουν περὶ σὲ γεγενημένον τοῖς πολεμίοις ἐξέδωκας, καὶ δι' ἡδονὴν ὀλίγην δύο πεπάτηκας νόμους. Εἶτα ἡ τιμωρία· «Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα. Ἕνεκεν τούτου οὗ ἐξουδένωσάς με, καὶ ἔλαβες τὴν γυναῖκα Οὐρίου τοῦ Χετ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
