# Quaestiones in libros Regnorum et Paralipomenon 80.633

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.633

οἱ νῦν δὲ αὐτὸν καλοῦσι πλουμαρικόν. Ὁ δὲ Ἰώσηπος, «τὸν μέχρις ἀστραγάλων διήκοντα.» Ἡ μέντοι κατὰ τὴν Θάμαρ ὑπόθεσις ἀρχή τίς ἐστι καὶ ῥίζα τῶν τῆς βασιλικῆς οἰκίας συμφορῶν. Ἤλγησε μὲν γὰρ ὁ βασιλεὺς τὴν παρανομίαν μαθών· φιλοστόργως δὲ ὡς περὶ πρωτότοκον υἱὸν τὸν Ἀμνὼν διακείμενος, τῆς πονηρᾶς πράξεως οὐκ εἰσέπραξε δίκας. Ὁ δὲ ὁμογάστριος αὐτῆς ἀδελφὸς, καὶ ἄλλως αὐθάδης ὢν καὶ θρασὺς, παραυτίκα μὲν ἔκρυψε τὴν ὀργὴν, δύο δὲ διεληλυθότων ἐτῶν, εἰς τὴν τῶν προβάτων κουρὰν τοὺς ἀδελφοὺς συγκαλέσας, κατέκτεινε τὸν Ἀμνών. Εἶτα πρὸς τὸν πάππον ἀπέδραμε τὸν πρὸς μητρός. Μααχὰ γὰρ ἡ μήτηρ αὐτοῦ θυγάτηρ ἦν τοῦ Θολμὴ, ὃς τῆς Γεσσὶρ ἐβασίλευσεν. Ὁ δὲ βασιλεὺς ἐπὶ πλεῖστον ἐθρήνησεν ἀμφοτέρους, καὶ τὸν ἀνῃρηκότα, καὶ τὸν ἀναιρεθέντα. Τριῶν δὲ διεληλυθότων ἐτῶν, καὶ τῆς ὀργῆς τῷ χρόνῳ σβεσθείσης, μηχανᾶται τοιοῦτόν τι ὁ στρατηγός. Ὑπέθετο γυναικί τινι συνετῇ δρᾶμα διαπλάσας, εἰς οἶκτον ἑλκῦσαι τὸν βασιλέα δυνάμενον. Ἡ· δὲ τῷ βασιλεῖ προσελθοῦσα, κατὰ τὰς ὑποθήκας τοῦ στρατηγοῦ, χήρα μὲν ἔφησεν εἶναι, δύο δὲ μόνους παῖδας γεγεννηκέναι· τούτους δὲ εἰς ἄνδρας τελέσαντας εἰς ἔριν χαλεπὴν ἐμπεσεῖν, ἐκ δὲ τῆς ἔριδος τεχθῆναι διαμάχην· διαλῦσαι δὲ ταύτην οὐδενὸς ἐθελήσαντος, θάτερον ὑπὸ θατέρου πληγέντα τοῦ βίου τὸ τέλος καταλαβεῖν. Ἀλλ' οἱ τὴν ἔριν ἐκείνην διαλῦσαι μὴ βουληθέντες, νῦν ἀθροισθέντες ἐκδοθῆναι σφίσιν ἀπαιτοῦσι τὸν ἕτερον. Εἰ δὲ τοῦτο γένοιτο, ἐγὼ μὲν πρὸς τῇ χηρείᾳ, καὶ τὴν ἀπαιδίαν ὀλοφυρομένη διατελέσω· σβεσθήσεται δὲ παντάπασιν ὁ τοῦ γένους σπινθὴρ, καὶ τοῦ ἀνδρός μου ἡ μνήμη παραδοθήσεται λήθῃ· τὸν βασιλέα δὲ διὰ τούτων ᾐνίττετο, μήτε τὸν Ἀμνὼν κολάσαντα, μήτε τοῦ Ἀβεσσαλὼμ τὴν ἀθυμίαν διασκεδάσαντα· ἀνηκέστου δὲ τοῦ πράγματος γεγονότος, διακενῆς ὀργιζόμενον. Τούτοις δὲ ὅμως καταθελχθέντος τοῖς λόγοις τοῦ βασιλέως, καὶ προστάξειν ὑπισχνουμένου τῷ στρατηγῷ παύσειν τῶν φυλετῶν τὴν ὁρμὴν, πάλιν ἡ γυνὴ θεραπευτικοῖς ἐχρήσατο λόγοις, κατακηλοῦσα τοῦ βασιλέως τὴν ἀκοήν. Ἐπειδὴ δὲ ὤμοσεν ὁ βασιλεύς· «Ζῇ γὰρ, ἔφη, Κύριος, εἰ πεσεῖται ἀπὸ τῶν τριχῶν τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν, εὐθὺς ἐπήγαγεν ἡ γυνὴ, ὡς οὐχ οἷόν τε διαφυγεῖν τὸν υἱὸν αὐτῆς τὴν σφαγὴν, μὴ πρότερον τοῦ υἱοῦ τοῦ βασιλέως ἐκ τῆς φυγῆς ἐπανελθόντος. Ἐκεῖνο γὰρ, φησὶν, ἔσται τούτου παράδειγμα. Εἰ δὲ ἐκεῖνο μὴ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
