# Quaestiones in libros Regnorum et Paralipomenon 80.636

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.636

γένοιτο, ἀντιλέξουσιν οἱ φυλέται, εὔλογον αἰτίαν ἔχοντες τὴν τοῦ υἱοῦ τοῦ βασιλέως φυγήν. Τοῦτο γὰρ λέγει· «Καὶ εἶπεν ἡ γυνή· Ἵνα τί ἐλογίσθη οὕτως ἐπὶ λαὸν Κυρίου, καὶ ἐκ τοῦ παρελθεῖν τὸν βασιλέα τὸν λόγον τοῦτον, τοῦ ἐγκρατεύσασθαι τοῦ μὴ ἀποστρέψαι τὸν βασιλέα τὸν ἀπωσμένον ἀπ' αὐτοῦ, ὅτι τέθνηκεν ὁ υἱός σου;» Πῶς δύνασαι, φησὶ, τὸν υἱόν μου τῆς σφαγῆς ἀπαλλάξαι μὴ ἐπανάγων σου τὸν υἱόν; Εἶτα περὶ τοῦ τεθνηκότος ψυχαγωγεῖ, ὅτι Τέθνηκεν ὁ υἱός σου, καὶ ὥσπερ τὸ ὕδωρ τὸ ἐκχεόμενον ἐπὶ τὴν γῆν οὐ συναχθήσεται, καὶ οὐκ ἐλπιεῖ ἐπ' αὐτῷ ψυχή. Ἀναστῆσαι, φησὶν, ἐκεῖνον οὐ δύνασαι, τί δήποτε καὶ τοῦτον σπεύδεις ἀναιρήσειν, ἵνα ἐστερημένος τῶν δύο βιοτεύσῃς; Οὕτω τὸν περὶ τοῦ Ἀβεσσαλὼμ παρεμβαλοῦσα λόγον, πάλιν περὶ τοῦ οἰκείου δοκεῖ διαλέγεσθαι πάθους· ἵνα μὴ δόξῃ ταῦτα ἐξεπίτηδες εἰρηκέναι· «Καὶ νῦν ὑπὲρ ὧν ἥκω λαλῆσαι πρὸς τὸν βασιλέα τὸν λόγον τοῦτον, καὶ ὄψεταί με ὁ λαὸς, καὶ ἐρεῖ ἡ δούλη σου, Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴ πως ποιήσῃ ὁ βασιλεὺς τὸ ῥῆμα τῆς παιδίσκης αὐτοῦ· ὅτι ἀκούσεται ὁ βασιλεὺς, καὶ ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξολοθρεῦσαί με, καὶ τὸν υἱόν μου κατὰ τὸ αὐτὸ, ἐκ τῆς κληρονομίας Κυρίου. Καὶ ἐρεῖ ἡ δούλη σου· Γενηθήτω δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν· ὅτι καθὼς ἄγγελος Κυρίου, οὕτως καὶ ὁ κύριός μου ὁ βασιλεὺς, τοῦ εἰσακούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν· καὶ Κύριος ὁ Θεός σου μετὰ σοῦ ἔσται.» Τούτων παρὰ τῆς γυναικὸς εἰρημένων, συνῆκεν ὁ βασιλεὺς τοῦ δράματος τὴν ὑπόθεσιν, καὶ ἤρετο τὴν γυναῖκα, εἰ γνώμῃ τοῦ Ἰωὰβ τοῖσδε τοῖς λόγοις ἐχρήσατο. Ἡ δὲ συνωμολόγησε τούτων ἕκαστον τὸν Ἰωὰβ ὑποθέσθαι· «Ὅπως, φησὶ, κυκλώσῃ τὸ πρόσωπον τοῦ λόγου τούτου, ὃ ἐποίησεν Ἰωὰβ ὁ δοῦλός σου τὸν λόγον τοῦτον.» Ἐξ εὐθείας, φησὶν, οὐκ ἦν ἱκετεῦσαί σε· ὅθεν ὑπέθετο χρήσασθαί με τῷ κύκλῳ τῶν λόγων τούτων, ἵνα ἐν τῷ πεπλασμένῳ πάθει τὸ οἰκεῖον ἰδὼν, ἣν ἔμελλες ἐπιθεῖναι θεραπείαν ἐμοὶ, ταύτην ἐπιθῇς σαυτῷ· καὶ ἧς μεταδώσειν ἐπικου-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
