Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.637
Not analysed yet
ρίας ὑπέσχου τῷ ἐμῷ παιδὶ, ταύτης τῷ σῷ μεταδῷς. Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἐπανελθεῖν μὲν τὸν Ἀβεσσαλὼμ παρηγγύησεν, ἰδεῖν δὲ αὐτὸν διεκώλυσεν· ὕστερον δὲ καὶ τοῦτο δέδρακε, τοῦ Ἰωὰβ δεξάμενος τὴν παράκλησιν. Ἀλλὰ τεσσάρων διεληλυθότων ἐτῶν, τῇ χρηστότητι τῶν λόγων προκατασκευάσας τὴν τυραννίδα, τῇ σκήψει μὲν τῆς θυσίας εἰς τὴν Χεβρὼν ἀπελήλυθεν· ἐκεῖ δὲ τὴν πατρικὴν ἥρπασε βασιλείαν· ἐμελέτησε δὲ καὶ τοῦ πατρὸς τὴν σφαγήν. Τοῦτο μαθὼν ὁ βασιλεὺς, κατέλιπε τὴν μητρόπολιν, ἀρίστην ἡγούμενος στρατηγίαν καὶ τὴν εἰς καιρὸν γενομένην φυγήν. Ἠκολούθησε δὲ αὐτῷ καὶ τῶν ἀσπιδοφόρων καὶ δορυφόρων πλῆθος. Ἠκολούθησε δὲ καὶ Ἰεθὶ ὁ Γετθαῖος σὺν ἑξακοσίοις λογάσιν, ἄρτι μὲν τὴν οἰκείαν πατρίδα καταλιπὼν, προσήλυτος δὲ μετὰ τῶν ὑπηκόων γενόμενος. Τοῦτον ὁ βασιλεὺς πεῖσαι μὲν ἐπεχείρησεν ἀναστρέψαι, ἵνα μὴ εὐθὺς αὐτοῖς συνοικήσας πάλιν γένηται μετανάστης· «Τί γὰρ, φησὶ, πορεύῃ σὺ μεθ' ἡμῶν; Ἀνάστρεφε καὶ κάθισον μετὰ τοῦ βασιλέως, ὅτι ἀλλότριος σὺ, καὶ ὅτι μετῴκησας ἐκ τοῦ οἴκου σου· εἰ ἐχθὲς παραγέγονας σὺ, καὶ σήμερον κινήσω σε τοῦ πορεύεσθαι μεθ' ἡμῶν· ἐγὼ δὲ πορεύσομαι οὗ ἐὰν πορεύωμαι.» Ἐμὲ, φησὶ, ἀνάγκη μεταναστεύειν, σὲ δὲ οὐ δίκαιον ἀρτίως ἀφιγμένον σὺν ἡμῖν ὑπομένειν τὸν πόνον. Ἄξιον δὲ θαυμάσαι τοῦ Δαβὶδ τὴν πραότητα. Καὶ διωκόμενος γὰρ, καὶ πολεμούμενος ὑπὸ τοῦ παμμιάρου παιδὸς, οὐ πατραλοίαν, οὐκ ἀδελφοκτόνον, ἀλλὰ βασιλέα ὠνόμαζε· καὶ πολλῆς· δεόμενος βοηθείας, τῆς τοῦ προσηλύτου σωτηρίας ἐφρόντιζεν· «Ἀνάστρεφε γὰρ, φησὶ, καὶ ἀπόστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.» Ἀλλ' ὅσῳ τὴν περὶ αὐτὸν ὁ βασιλεὺς ἐδείκνυ κηδεμονίαν, τοσούτῳ ἐκεῖνος μείζονα τὴν εὔνοιαν ἀπεδείκνυτο. «Ζῇ γὰρ, φησὶ, Κύριος, καὶ ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου ὁ βασιλεὺς, ἐάν τε εἰς θάνατον, ἐάν τε εἰς ζωὴν, ἐκεῖ ἔσται ὁ δοῦλός σου.» Τούτων ἕκαστον εἰς ἡμετέραν προεγράφη διδασκαλίαν, ἵνα μάθωμεν, ὡς οὐ χρὴ εὖ μὲν πράττουσι τοῖς φίλοις συνεῖναι, δυσπραγίᾳ δὲ περιπεσόντας ἐᾷν. ΕΡΩΤ. ΚΘʹ. Τί δήποτε τοὺς ἱερέας καὶ τὴν κιβωτὸν ἀκολουθεῖν κεκώλυκεν; Καὶ εὐσεβὴς ὢν, καὶ προφήτης, ᾔδει τί πέπονθεν ἡ κιβωτὸς εἰς ἐπικουρίαν τῶν παρανόμων ληφθεῖσα.