# Quaestiones in libros Regnorum et Paralipomenon 80.640

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.640

Ἐκεῖνοι μὲν γὰρ ἀνῃρέθησαν· αὕτη δὲ δορυάλωτος ἐδόθη τοῖς ἀλλοφύλοις. Ταῦτα δεδιδαγμένος, πρὸς Σαδοὺκ εἶπε τὸν ἱερέα, «Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς. Ἐὰν εὕρω χάριν ἐνώπιον Κυρίου, καὶ ἐπιστρέψῃ με, καὶ ὄψομαι αὐτὴν, καὶ τὴν εὐπρέπειαν αὐτῆς· καὶ ἐὰν εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.» Οὐ δύναμαι, φησὶ, μετ' ἐμαυτοῦ τὸν κατήγορον περιφέρειν. Ἔνδοθεν ἀκούω φθεγγομένου τοῦ νόμου· «Οὐ μοιχεύσεις, οὐ φονεύσεις·» ἐγὼ δὲ τοὺς δύο πεπάτηκα νόμους. Ὅταν ὁ νομοθέτης καθαριεῖ μου τὸν τῆς ψυχῆς ὀφθαλμὸν, τότε ἰδεῖν δυνήσομαι τὴν εὐπρέπειαν αὐτῆς· ἐὰν δέ με παντάπασι τῆς οἰκείας κηδεμονίας γυμνώσῃ, Δεσπότης ἐστὶν, ἐγὼ δὲ οἰκέτης ἐμαυτὸν ὑποτιθεὶς ταῖς παιδείαις. Ταῦτα δακρύων ἔλεγεν ὁ θεῖος ἀνὴρ, τὸ πένθιμον περικείμενος σχῆμα· ἐκεκάλυπτο μὲν γὰρ τὴν κεφαλὴν, γυμνοῖς δὲ τοῖς ποσὶ κεχρημένος ἐβάδιζεν· ἐκοινώνει δὲ τοῦ πένθους ἡ στρατιά. Οὕτω φεύγων ἔγνω τοῦ Ἀχιτόφελ τὴν προδοσίαν· ἀλλ' εὐθὺς πρὸς τὸν οἰκεῖον Δεσπότην κατέφυγεν, οὐ κεραυνοῖς αὐτὸν βληθῆναι παρακαλέσας, ἀλλὰ ματαίαν αὐτοῦ ἀποφανθῆναι τὴν συμβουλήν. Καὶ γὰρ φησὶν, «Ὁ Θεός μου, ματαίωσον δὴ τὴν βουλὴν Ἀχιτόφελ.» Τὸ δὲ «ματαίωσον» ὁ Ἀκύλας, ἀφρόνησον, εἴρηκεν, ἀντὶ τοῦ, δεῖξον ἄφρονα καὶ ἀσύνετον. Τὸ δὲ ῥῶς τὴν ἄκραν λέγει. Ἀνελθὼν γὰρ, φησὶν, εἰς ῥῶς, τουτέστιν εἰς τὴν ἄκραν (λέγει δὲ τὸν ἐλαιῶνα, ἀφ' οὗ ὁ Δεσπότης ἀνελήφθη Χριστὸς), προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, εἰς τὴν σκηνὴν, ὡς εἰκὸς, ἀποβλέψας, καὶ τὴν κιβωτὸν τὴν ἐν αὐτῇ κειμένην. ΕΡΩΤ. Λʹ. Τινὲς οὐκ ἐπαινοῦσι τοῦ Χουσὶ τὸ ψεῦδος. Καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὸν σκοπὸν ἐξετάζειν προσήκει. Οὕτω γὰρ κρίνοντες εὑρήσομεν καὶ κατηγορουμένην ἀλήθειαν. «Ὁ γὰρ Ἡρώδης διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους, ἀπέκτεινε τὸν Ἰωάννην.» Ἀλλ' οὐδεὶς οὕτως ἠλίθιος, ὡς ἐπαινέσαι τὴν ἐπὶ σφαγῇ γεγενημένην ἀλήθειαν. Ἄμεινον γὰρ ἦν μὴ ὀμόσαι· ἐπεὶ δὲ ὤμοσε, τὸ ψεῦδος αἱρετώτερον τῆς σφαγῆς. Καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
