# Quaestiones in libros Regnorum et Paralipomenon 80.641

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.641

ἐνταῦθα τοίνυν ἡ ὑπόκρισις, οὐκ ἐπὶ κέρδει χρημάτων, οὐκ ἐπὶ λύμῃ ἑτέρων, ἀλλ' ἐπὶ ζήλῳ προφήτου καὶ βασιλέως εὐσεβοῦντος, ἐγένετο. ΕΡΩΤ. ΛΑʹ. Μέμφονταί τινες τῷ Δαβὶδ, ὡς τοῦ Σιβᾶ δεξαμένῳ τοὺς λόγους. Πολλάκις εἶπον, ὡς οὐχ ἅπαντα ἐγίνωσκον οἱ προφῆται· οὗτος δὲ καὶ πιθανοῖς ἐχρήσατο λόγοις. Αὐτὸς μὲν γὰρ ἀφίκετο πρὸς τὸν θεῖον Δαβὶδ, ἐκεῖνον δὲ ἔφη τὴν βασιλείαν φαντάζεσθαι. Πρὸς δὲ τούτοις, καὶ δῶρα προσήνεγκε, τὴν οἰκείαν ἐπιδεικνὺς εὔνοιαν. Ὕστερον δὲ καὶ τοῦ Μεμφιβαὰλ τοὺς λόγους δεξάμενος, ἀμφοτέροις μὲν τὴν κτῆσιν διένειμεν, ἐκεῖνον δὲ πάλιν τῆς αὐτῆς κηδεμονίας ἠξίωσε· καὶ τοῦ λιμοῦ γενομένου, καὶ τῶν Γαβαωνιτῶν ἑπτὰ τῶν τοῦ Σαοὺλ συγγενῶν αἰτησάντων, οὐκ ἐξέδωκε τὸν Μεμφιβαὰλ, ἀλλὰ τὰς πρὸς τὸν Ἰωνάθαν γεγενημένας συνθήκας ἐπλήρωσεν. Ἀξιάγαστα δὲ τοῦ Δαβὶδ καὶ τὰ περὶ τοῦ Σεμεεὶ πρὸς τὸν Ἀβεσσὰ εἰρημένα. Ἐκείνου γὰρ αὐτὸν λίθοις βάλλοντος, καὶ τὸν χοῦν αὐτοῦ καταχέοντος, καὶ λόγοις ἑτέροις καὶ ἔργοις προπηλακίζοντος, καὶ ἄνδρα αἱμάτων καὶ παράνομον ἀποκαλοῦντος, ὁ μὲν Ἀβεσσὰ ὑποστράτηγος ὢν τὴν παροινίαν οὐκ ἤνεγκεν, ἀλλ' ἔφη, «Ἵνα τί καταρᾶται ὁ κύων ὁ ἐπικατάρατος οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διελεύσομαι δὴ, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.» Ἀλλ' ὁ πάντων πραότατος ὑπολαβὼν ἔφη, «Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουΐα; ἄφετε αὐτὸν, διότι καταρᾶταί με, ὅτι ὁ Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν Δαβὶδ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί ὅτι πεποίηκας οὕτως;» Ἱμάς ἐστιν οὗτος, φησὶ, τοῦ Θεοῦ, καὶ ῥάβδος. Οὐχ ὁρῶ τὸν ἱμάντα, ἀλλὰ τὸν μαστιγοῦντα· ταῖς ἐμαυτοῦ παρανομίαις ἐπιγράφω τὰς συμφοράς· οὐχ ἅπτομαι τῆς ῥάβδου, ἵνα μὴ παροξύνω τὸν παίοντα. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς· «Εἶπε γὰρ, φησὶ, Δαβὶδ πρὸς Ἀβεσσὰ, καὶ πρὸς πάντας τοὺς παῖδας αὑτοῦ, Ἰδοὺ ὁ υἱός μου, ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου, ζητεῖ τὴν ψυχήν μου. Εἰ δὲ καὶ νῦν οὗτος ὁ υἱὸς τοῦ Ἰεμιναίου, ἄφετε αὐτὸν, καταράσθω, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ.» Οὗτος, φησὶν, ἐκ τῆς τοῦ Σαούλ ἐστι συγγενείας,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
