# Quaestiones in libros Regnorum et Paralipomenon 80.644

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.644

παλαιὰν ἔχων περὶ ἐμὲ τὴν δυσμένειαν· καὶ εἰκός τινας εἰπεῖν, ὅτι καιρὸν εὑρὼν ἐγύμνωσε τὴν ἀπέχθειαν. Τὸν υἱόν μου, τὸν ὑπ' ἐμοῦ καὶ σπαρέντα, καὶ τραφέντα, καὶ εἰς τοῦτο ἡλικίας ἐλάσαντα καὶ τιμῆς, τίς ἐκπεπολέμωκέ μοι; Δῆλον τοίνυν ὡς ἡ ψῆφος ἄνωθεν ἐξενήνεκται· καὶ οἷς προεῖπεν ἐπιφέρει τὸ πέρας. Ἐγὼ δὲ φέρω καὶ τοὺς παροινοῦντας, καὶ τοὺς φονῶντας, ἵνα ταύτῃ πραΰνω τὴν θείαν ὀργήν. Ταῦτα μὲν οὖν ὁ θεῖος οὗτος εἶπεν ἀνήρ. Εἰδέναι δὲ χρὴ, ὡς οὐ τῆς θείας ἐστὶν ἐνεργείας, οὔτε τοῦ Ἀμνὼν ἡ παράνομος συνουσία, οὔτε τοῦ Ἀβεσσαλὼμ ἡ ἀδελφοκτονία, καὶ ἡ κατὰ τοῦ πατρὸς γεγενημένη μανία· ἀλλὰ τῆς θείας Προνοίας ἡ οἰκία γυμνωθεῖσα σκάφος ἀκυβέρνητον ἐμιμεῖτο, καὶ τῶν πονηρῶν δαιμόνων τὰς τρικυμίας ἐδέχετο. ΕΡΩΤ. ΛΒʹ. Πῶς ἐχρῆτο συμβούλῳ τῷ Ἀχιτόφελ ὁ θεῖος Δαβὶδ πονηρὰ συμβουλεύοντι; Οἱ παμπόνηροι ἄνδρες κρύπτουσι τὴν πονηρίαν συνόντες τοῖς ἀγαθοῖς· εὑρόντες δέ τινα τοῖς αὐτῶν ἐπιτηδεύμασι χαίροντα, γυμνοῦσι ταύτην, καὶ τὰ πρόσφορα τοῖς ἀκούουσι φθέγγονται. Τοιοῦτος ἦν καὶ οὗτος. Καὶ γὰρ τῷ θείῳ Δαβὶδ πρὸς τὸν ἄριστον αὐτοῦ σκοπὸν τὰς εἰσηγήσεις προσέφερε, καὶ τῷ Ἀβεσσαλὼμ τὰ τῷ τρόπῳ κατάλληλα συνεβούλευε. Δεδιὼς γὰρ μὴ συναγάγῃ πάλιν αὐτοὺς ἡ φύσις, εἶτα τῶν καταλλαγῶν γενομένων δίκας ἀπαιτηθῇ προδοσίας, τὴν ἐσχάτην ἐκείνην παρανομίαν ὑπέθετο, ὥστε μηδεμίαν παρείσδυσιν γενέσθαι καταλλαγῶν. Ἔτισε δὲ παραυτίκα ποινὴν τῆς ἀνοσίας ἐκείνης καὶ πονηρᾶς εἰσηγήσεως· καὶ ἐπειδὴ κατὰ τοῦ πατρὸς ὥπλισε τὸν υἱὸν, αὐτὸς πάλιν καθ' ἑαυτοῦ τὰς χεῖρας καθώπλισε· καὶ ταύταις ἐμβαλὼν τῷ τραχήλῳ τὸν βρόχον, τρισάθλιον ὑπέμεινε τέλος. Ἱκανὸς γὰρ ὢν προϊδεῖν τῶν πραττομένων τὸ τέλος, μὴ δεχθείσης τῆς εἰσηγήσεως, ἔγνω τοῦ Δαβὶδ ἐσομένην τὴν νίκην· καὶ δείσας τὴν προδοσίαν, αὐτοχειρίᾳ τὴν τιμωρίαν ἐδέξατο. Ἐδίδαξε δὲ ἡ θεία Γραφὴ, ὡς ὁ Θεὸς συνέπραξε τῷ Χουσί. «Κύριος γὰρ, φησὶν, ἐνετείλατο τοῦ διασκεδάσαι τὴν βουλὴν Ἀχιτόφελ τὴν ἀγαθὴν, ἀντὶ τοῦ, τὴν τῇ τυραννίδι συμφέρουσαν. Τούτου χάριν ψάλλων ὁ μακάριος ἔλεγε Δαβίδ· «Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.»

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
