Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.645
Not analysed yet
ΕΡΩΤ. ΛΓʹ. Τί ἐστι, «Καὶ νῦν ἀφαιρεθήσεται ἐξ ἡμῶν ἡ γῆ δέκα χιλιάσι;» Κοινωνῆσαι τῆς συμπλοκῆς βουληθέντα τὸν βασιλέα διεκώλυσεν ὁ στρατηγὸς, καὶ δεδιὼς μή τι πάθῃ (εἰκὸς γὰρ ἦν κατ' αὐτοῦ μόνου χωρῆσαι τοὺς δυσμενεῖς), καὶ ἀγωνιῶν μὴ νικήσας οἰκτείρῃ τὸν τύραννον. Ἔφασαν τοίνυν, ὅτι Ἐὰν ἡττηθέντες ἀποδράσωμεν, τὴν ζωὴν ἔχομεν ἀποχρῶσαν παραψυχήν· ἐὰν δέ τι σὺ πάθῃς, χωρήσει κατὰ πάντων ἡ συμφορά. Σὺ γὰρ μόνος μυρίαις μυριάσιν ὑπερέχεις πάντων ἡμῶν. Ταύτην γὰρ τὴν ἔννοιαν ὁ Σύμμαχος τέθεικεν· «Καὶ σὺ ὡς ἡμεῖς δέκα χιλιάσιν.» Ὁ δὲ δίκαιος Κριτὴς τῷ μὲν Δαβὶδ ταύτας ἐπενεχθῆναι τὰς συμφορὰς συνεχώρησε, τὴν γεγενημένην παρανομίαν ἰώμενος· ἐκεῖνον δὲ τὸν ἀλιτήριον δίκας ἀξίας εἰσέπραξεν. Ἐλαύνοντι γὰρ ἐν τῷ δρυμῷ παρεσκεύασεν ὑπὸ φυτὸν εἰσελθεῖν, ὃ δύο κλάδους εἶχεν ἐπικλινεῖς ἐγκαρσίως βεβλαστηκότας, οὐ πολὺ διεστῶτας ἀλλήλων. Ἐκεῖθεν παριούσης τῆς ἡμιόνου, ἐνεπάρη μὲν μεταξὺ τῶν κλάδων ἡ κεφαλὴ ἐξηρτήθη δὲ ἅπας· διήλασε δὲ τὴν ἡμίονον τῶν φύλλων ὁ κτύπος· μεμένηκε δὲ ἐκεῖνος ἐξηρτημένος, ἥδιστον θέαμα τοῖς εὐσεβέσι γενόμενος, καὶ τῆς πάντα πρυτανευούσης Προνοίας τὴν ψῆφον ἐπιδεικνύς. Τοῦτό τις τῶν ἄλλων στρατιωτῶν θεασάμενος, οὐκ ἐτόλμησεν ἐπενεγκεῖν αὐτῷ τὴν πληγήν· ἐδεδίει γὰρ τοῦ βασιλέως τὸν νόμον. Ὁ δὲ στρατηγὸς, τὸν πατέρα κεχρῆσθαι τῇ εὐσπλαγχνίᾳ καταλιπὼν, ἐν τῇ μυσαρωτάτῃ καρδίᾳ τὰ βέλη κατέπηξεν. Εἶτα καθελὼν, καὶ εἰς τὴν παρακειμένην φάραγγα ῥίψας, τὸν λαὸν ἅπαντα καταλεῦσαι προσέταξεν, ὥστε γενέσθαι αὐτῷ τάφον τὴν τιμωρίαν. ΕΡΩΤ. ΛΔʹ. Τί δήποτε ἄνω μὲν ὁ συγγραφεὺς εἴρηκεν ὅτι τρεῖς ἔσχεν υἱοὺς, μίαν δὲ θυγατέρα· νῦν δὲ τοὐναντίον δεδήλωκεν, ὅτι στήλην ᾠκοδόμησεν, ὡς υἱὸν οὐκ ἔχων, τὴν δι' αὐτῆς αὐτῷ μηχανώμενος μνήμην; Ἑκάτερον ἀληθές· εἰκὸς γὰρ αὐτὸν καὶ παιδοποιῆσαι, καὶ τετελευτηκέναι τοὺς παῖδας. Ἰώσηπος δὲ ἔφη τοῦτο αὐτὸν δεδρακέναι, ὡς τῶν παίδων μὲν ἐπὶ πολὺ διαρκεῖν οὐ δυναμένων, τῆς δὲ οἰκοδομίας μᾶλλον φυλαττούσης τὴν μνήμην.