# Quaestiones in libros Regnorum et Paralipomenon 80.648

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.648

ΕΡΩΤ. ΛΕʹ Τίνος ἕνεκεν τοσοῦτον ἐθρήνησεν ὁ Δαβὶδ τὸν μιαρώτατον παῖδα; Καὶ φιλόπαις ἦν, καὶ φιλάνθρωπος. Τεκμήριον δὲ τούτου καὶ τὸ ἐπὶ τοῦ Σαοὺλ γενόμενον πένθος. Ἐνταῦθα δὲ καὶ ἡ φύσις μείζους τὰς ὀδύνας εἰργάσατο. Πρὸς δὲ τούτοις, ἐθρήνησεν ὡς εὐσεβὴς τὸν διὰ μεταμελείας ἰαθῆναι μηκέτι δυνάμενον. Μετὰ γὰρ δὴ τὴν τελευτὴν ἀνίατος ἡ τῆς ἁμαρτίας πληγή. ΕΡΩΤ. Λϛʹ. Τί δήποτε τῷ Ἀβεσσᾶ τὴν στρατηγίαν ἐπηγγείλατο, τοῦ Ἰωὰβ ὑπὲρ αὐτοῦ πολλοὺς ὑπομείναντος πόνους καὶ κινδύνους; Τὸ θρασὺ τοῦ Ἰωὰβ ἀεὶ μισῶν διετέλεσεν. Ἠνέσχετο δὲ αὐτοῦ, διά τε τὴν εὔνοιαν, ἣν εἶχε, καὶ ὑφορώμενος μή τι νεώτερον βουλεύσηται κατ' αὐτοῦ. Θεασάμενος δὲ τὸν Ἀβεσσά· ἀδελφιδοῦς δὲ αὐτοῦ καὶ οὗτος ἐτύγχανεν· ὃν στρατηγὸν ὑπὸ τοῦ τυράννου πάσης χειροτονηθέντα τῆς στρατιᾶς, ἐπέστειλεν, ὑποσχόμενος αὐτῷ παραδώσειν τὴν τοῦ Ἰωὰβ στρατηγίαν. Τοῦτο μαθὼν ὁ Ἰωὰβ, καὶ τοῦ φθόνου τὴν ἀκίδα δεξάμενος, καὶ πληττόμενος ἐπὶ τοῖς μεμηνυμένοις, ἐπήνεγκεν αὐτῷ τὴν σφαγὴν, εὔνοιαν καὶ φιλίαν ὑποκρινάμενος. ΕΡΩΤ. ΛΖʹ. Πῶς νοητέον τὸ, «Δέκα μοι χεῖρες ἐν τῷ βασιλεῖ;» Ἔριδος γενομένης καὶ διαμάχης, καὶ τὴν φυλὴν τοῦ Ἰούδα τῶν ἄλλων αἰτιασαμένων, ὅτι δὴ προλαβοῦσα ὑπήντησε τῷ βασιλεῖ, ὑπολαβόντες ἔφασαν αὐτοὶ, φυλέτην αὐτῶν εἶναι τὸν βασιλέα, καὶ μᾶλλον αὐτοῖς προσήκειν διὰ τὴν πλησιαιτέραν συγγένειαν. Τούτου χάριν εἰρήκασιν οἱ τῶν ἄλλων φυλῶν, δέκα χεῖρας ἔχειν ἐν τῷ βασιλεῖ. Ἡ γὰρ Βενιαμῖτις τῇ Ἰούδα συνῆπτο. Προσέθηκαν δὲ, ὅτι καὶ τῶν πρωτοτοκίων ἔχουσι τὰ πρεσβεῖα, διά τε τὸν Ῥουβεὶμ, ὡς φύσει πρωτότοκον, καὶ διὰ τὸν Ἰωσὴφ, ὡς διὰ τὴν ἀρετὴν τοῦδε τοῦ κλήρου τετυχηκότα. Διπλῆν γὰρ μοῖραν οἱ πρωτότοκοι τῆς πατρῴας κληρονομίας ἐλάμβανον. Διὸ καὶ ὁ πατριάρχης πρὸς τὸν Ἰωσὴφ ἔφη, «Ἐφραῒμ καὶ Μανασσῆς ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι.» Αὐτίκα γοῦν καὶ Μωσῆς ὁ μέγας, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ τούτου διάδοχος, διπλοῦν αὐτοῖς ἀπένειμαν κλῆρον.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
