# Quaestiones in libros Regnorum et Paralipomenon 80.649

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.649

ΕΡΩΤ. ΛΗʹ. Τίνος χάριν Δαβὶδ καθεῖρξε τὰς παλλακὰς παρὰ γνώμην τῷ δυσσεβεῖ τυράννῳ συγγενομένας; Ἀνόσιον ὑπέλαβε συνελθεῖν αὐταῖς μετὰ τὴν μυσαρὰν τοῦ παιδὸς συνουσίαν. Τοῦτο γὰρ καὶ ὁ νόμος ἄντικρυς ἀπηγόρευσεν. Ἑτέρῳ δὲ οὐ συνῆψεν, ἵνα μὴ καὶ τοῦτο πρόφασις γένηται τυραννίδος· ἄλλως τε δὲ οὐδὲ γάμος ἦν ὁ τοιοῦτος. Ζῶντος γὰρ τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Εἰ δὲ καὶ ὁ νόμος ἐπέτρεπε τὸν ἀπεχθανόμενον τῇ γυναικὶ βιβλίον ἀποστασίου διδόναι· ἀλλ' ἐνταῦθα οὐ μῖσος ἐχώριζεν, ἀλλ' ἡ τοῦ παιδὸς παράνομος συνουσία. Τούτου χάριν εἰς ἑτέραν αὐτὰς μετέστησεν οἰκίαν, πάσης ἀξιῶν θεραπείας. ΕΡΩΤ. ΛΘʹ. Πῶς νοητέον, «Εἰ ἐξέλιπεν ἃ διέθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ;» Ὁ Σαβεὲ τυραννήσας, εἶτα φυγὼν, εἰς τὴν Ἀβὲλ κατέφυγε πόλιν· ἔστι δὲ αὕτη πόλις τῆς Παλαιστίνης, Ἀβελᾶ νῦν ὠνομασμένη. Τοῦ στρατηγοῦ τοίνυν εἰς πολιορκίαν τὴν στρατιὰν παραστήσαντος, τῶν θείων αὐτὸν ἀνέμνησε νόμων ἡ σοφωτάτη γυνή. Ὁ γὰρ θεῖος ἐκέλευσε νόμος πρεσβείᾳ κεχρῆσθαι πρότερον, εἶθ' οὕτως τοῖς ἀντιλέγουσι παρατάττεσθαι. Τοῦτο ἔφη καὶ αὕτη· «Εἰ ἐξέλιπεν ἃ διέθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ;» τουτέστι, μὴ παραβῆναι χρὴ τὰ διηγορευμένα τοῖς νόμοις. Εἶτα ἐπήγαγεν· «Ἐγὼ δέ εἰμι εἰρηνικὴ τῶν στηριγμάτων Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν Ἰσραήλ· καὶ ἵνα τί ὅτι καταποντίζεις κληρονομίαν Κυρίου;» Ἐπειδὴ σὺ, φησὶ, κατὰ τὸν θεῖον νόμον οὐκ ἐχρήσω τῇ πρεσβείᾳ· ἐγώ σε διδάσκω, ὡς πολεμικὸν ἡ πόλις οὐκ ἔχει σκοπὸν, ἀλλ' εἰρήνης ὀρέγεται. Μὴ τοίνυν ἀνάστατον ἀποφήνῃς πόλιν, οὐκ ἀλλόφυλον, ἀλλ' ὁμόφυλον, καὶ ὑπὸ τὸν αὐτὸν τελοῦσαν Θεὸν καὶ Δεσπότην. Τούτων ἀκούσας τῶν λόγων ὁ στρατηγὸς ἔφη, μήτε πολέμου, μήτε πολιορκίας ἐρᾷν· μόνον δὲ ἐθέλειν χειρώσασθαι τὸν κατὰ τοῦ βασιλέως τυραννίδι χρησάμενον. Μαθοῦσα τοίνυν τὴν αἰτίαν τῆς πολιορκίας ἡ σοφωτάτη γυνὴ, τοὺς ἡγουμένους τῆς πόλεως ἔπεισε μὴ περιθεῖναι τῇ πόλει τοῦ πολέμου τὸν κίνδυνον, ἀλλ' ἀναμνησθῆναι τῆς τοῦ βασιλέως εὐσε-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
