# Quaestiones in libros Regnorum et Paralipomenon 80.652

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.652

βείας καὶ εὐνομίας, καὶ τῆς ἐν πολέμοις ἀνδραγαθίας, καὶ ὡς διὰ τοὺς ἐκείνου πόνους εἰρήνης στεῤῥᾶς ἀπολαύουσι. Τούτοις χρησαμένη τοῖς λόγοις, τοῦ τυράννου τὴν κεφαλὴν εἰς τὸ στρατόπεδον ἔῤῥιψε, καὶ τὴν πολιορκίαν διέλυσεν. ΕΡΩΤ. Μʹ. Τί ἐστιν, «Ἐπὶ τοῦ πλινθίου, καὶ ἐπὶ τοὺς δυνατούς;» Πλινθίον οἶμαι καλεῖσθαι, ὃ παρὰ τοῖς ἔξωθεν συγγραφεῦσι πλαίσιον ὀνομάζεται. Εἶδος τοῦτο στρατιωτικῆς παρατάξεως τετράγωνον ἐχούσης τὸ σχῆμα Ὥσπερ τοίνυν ὁ νῦν παρὰ Ῥωμαίοις μάγιστρος ὀνομαζόμενος τῶν περὶ τὸν βασιλέα πεζαιτέρων, ἀσπιδηφόρων φημὶ καὶ δορυφόρων, τὴν ἡγεμονίαν πεπίστευται· οὕτως ὁ Βανέας τῶν βασιλικῶν σωματοφυλάκων ἡγεῖτο, τῆς ἄλλης στρατιᾶς τελούσης ὑπὸ τὸν στρατηγὸν Ἰωάβ. ΕΡΩΤ. ΜΑʹ. Πῶς νοητέον τὸ, «Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς, καὶ Ἰωδαὲ ὁ Ἰεθὲρ ἦν ἱερεὺς τῷ Δαβίδ;» Ὁ Σαδὼκ καὶ ὁ Ἀβιάθαρ τὴν ἀρχιερατικὴν εἶχον ἀξίαν· οὗτος δὲ ἱερεὺς ὢν ἔνδον ἐν τοῖς βασιλείοις διῆγε, τῇ θείᾳ κιβωτῷ προσεδρεύων, καὶ τὰς βασιλικὰς ἱερεύων θυσίας. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε τοῦ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνῃρηκότος, μετὰ τὴν ἐκείνου τελευτὴν ὁ λαὸς ἐπαιδεύθη; Ἅπας ὁ λαὸς ἐπεποιήκει τὰς πρὸς τοὺς Γαβαωνίτας συνθήκας· ἐκοινώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ προφήτης. Ἔδει τοίνυν τῶν ὀμωμοκότων τοὺς ἀπογόνους τὰς γεγενημένας μὴ παραβῆναι σπονδὰς, πεῖσαι δὲ καὶ τὸν παρανομοῦντα βασιλέα φυλάξαι τὸν ὅρκον. Τούτου χάριν καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, τοῦ λιμοῦ τὴν παιδείαν ὑπέμειναν. Διδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ σοφῶς ἅπαντα πρυτανεύων, ὅτι κἂν παραυτίκα μακροθυμήσας μὴ ἐπενέγκῃ τὴν ὑπὲρ τῶν παραβεβασμένων νόμων ποινὴν, ἀλλ' οὖν ὕστερον δίκας ἀξίας εἰσπράττεται· ὥσπερ ἀμέλει καὶ τότε, τεσσαράκοντα ἤδη διεληλυθότων ἐτῶν, ἐπέδησε μὲν τῶν νεφῶν τὰς ὠδῖνας· τῷ δὲ τῆς ἀκαρπίας πάθει τὴν γῆν περιέβαλεν· ἐκόλασε δὲ λιμῷ τοὺς ταύτης οἰκήτορας. Ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ βασιλεὺς τῆς θεηλάτου πληγῆς, τὸν δίκαιον ἤρετο δικαστήν. Γνοὺς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
