# Quaestiones in libros Regnorum et Paralipomenon 80.661

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.661

πραττόμενος εἶπεν, ὡς Αὐτὸς ἐκέλευσας ἀριθμηθῆναι. Ἀλλὰ τοῦτο μὲν οὐκ ἔφη· πεπλημμεληκέναι δὲ ὡμολόγησεν. Οὐ τοίνυν λόγῳ προσέταξε τὸν Ἰσραὴλ ἀριθμῆσαι, ἀλλ' ἐνδέδωκε τούτῳ χρήσασθαι τῷ λογισμῷ τὸν Δαβίδ. Ἵλεως γὰρ ὢν ὁ Δεσπότης καὶ Θεὸς, ἐμποδὼν γίνεται τοῖς συνοίσειν οὐ μέλλουσι λογισμοῖς. Καὶ γὰρ βουλευσαμένῳ τὸν θεῖον οἰκοδομῆσαι νεὼν διὰ τοῦ προφήτου Ναθὰν δεδήλωκε μηδὲν τοιοῦτον βουλεύσασθαι, ἀλλὰ τῷ παιδὶ τὴν τῆς οἰκοδομῆς φυλάξαι φροντίδα. Ὅτι δὲ οὐκ ἐξ ἐνεργείας, ἀλλ' ἐκ συγχωρήσεως ὁ τοιοῦτος αὐτῷ γέγονε λογισμὸς, σαφέστερον ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος. Λέγει δὲ οὕτως· «Καὶ ἀνέστη Σατᾶν ἐπὶ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ, τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.» Καὶ οὐκ εἶπεν, Ἀνέστη Σατᾶν ἐπὶ Δαβὶδ, ἀλλ', «ἐπὶ τὸν Ἰσραήλ.» Σατᾶν δὲ τὸν ἀντικείμενον, ἢ ἀποστάτην, ἡ Ἑβραίων γλῶττα καλεῖ. Ἐπειδὴ τοίνυν ἐναντίος ταῖς θείαις ἐπαγγελίαις ὁ τοιοῦτος ἦν λογισμὸς (τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεὸς, «Ποιήσω τὸ σπέρμα σὸν ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἥτις οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους»), τούτου χάριν Σατᾶν τὸν τοιοῦτον ὠνόμασε λογισμὸν, ὡς ἐναντίον τῇ ὑποσχέσει τῇ θείᾳ· ἀλλὰ διὰ τὴν τοῦ Ἰσραὴλ τιμωρίαν ὁ τοιοῦτος ἐγένετο λογισμός· «Ἀνέστη γὰρ, φησὶν, Σατᾶν ἐπὶ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ, τοῦ ἀριθμῆσαι τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα.» Οὕτω κἀνταῦθα, «Προσέθετο ὀργὴ τοῦ Θεοῦ, τοῦ θυμωθῆναι ἐπὶ Ἰσραήλ· καὶ ἐπέσεισε τὸν Δαβὶδ εἰς αὐτοὺς, λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα.» Εἰ δὲ αὐτὸς προσέταξε, τί δήποτε χαλεπαίνει; Οὐκοῦν τὴν θείαν συγχώρησιν διὰ τούτων δεδήλωκεν. Εἰ δὲ ὁ Δεσπότης Θεὸς τοῦτο προσετετάχει γενέσθαι, τί δήποτε μεταμελεῖται ὁ Δαβὶδ τὴν θείαν πεπληρωκὼς ἐντολήν; «Ἐπάταξε γὰρ, φησὶν, ἡ καρδία Δαβὶδ αὐτὸν μετὰ ταῦτα, ὅτι ἠρίθμησε τὸν λαόν· καὶ εἶπε Δαβὶδ, Ἡμάρτηκα τῷ Κυρίῳ τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο. Καὶ νῦν, Κύριε, περίελε τὴν ἀδικίαν τοῦ δούλου σου, ὅτι ἐματαιώθη σφόδρα.» Δῆλον τοίνυν, ὡς τὴν συγχώρησιν ἐκάλεσεν ἐντολήν· ἐπειδὴ κωλῦσαι δυνάμενος οὐκ ἐκώλυσε, παιδεῦσαι διὰ τούτου τοὺς παρανόμους βουλόμενος. Καὶ πρῶτον μὲν αὐτοὺς ἠθέλησε τῆς πρὸς τοὺς πατέρας γεγενημένης ἐπαγγελίας ἀναμνῆσαι, καὶ δεῖξαι ταύτης τὸ ἀληθές· ἔπειτα διδάξαι, ὡς ἐξ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
