# Quaestiones in libros Regnorum et Paralipomenon 80.664

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.664

ἑνὸς τοῦ Ἰακὼβ τοσαῦται μυριάδες ἐγένοντο, καὶ ὅτι τοσαύτης τετυχηκότες εὐεργεσίας ἀεὶ πονηρὰν ἐπεδείξαντο γνώμην. Τούτου χάριν ἀριθμηθῆναι συνεχώρησε πρῶτον· εἶθ' οὕτως ἐκόλασεν, Γὰδ δὲ τὸν προφήτην πρὸς τὸν ἀριθμήσαντα πέπομφε τρεῖς αἱρέσεις προστῆναι· ἢ λιμὸν τρισὶ συμμετρούμενον ἔτεσιν, ἢ πολεμίων ἔφοδον ἐπὶ μησὶ τρισὶ κατακράτος νικώντων καὶ διωκόντων, ἢ τὸν ἐκ τοῦ λοιμοῦ θάνατον ἐν τρισὶν ἡμέραις γινόμενον· ταῦτα δὲ εἰπὼν ὁ προφήτης τῷ προφήτῃ καὶ βασιλεῖ, ἤπειξε λαβεῖν τὴν ἀπόκρισιν· «Καὶ νῦν γὰρ, φησὶ, γνῶθι καὶ ἴδε τί ἀποκριθῶ ῥῆμα τῷ ἀποστείλαντί με.» Ὁ δὲ σοφώτατος καὶ δικαιότατος βασιλεὺς, λογισάμενος ὡς τὸν λιμὸν αὐτὸς διαφυγεῖν δυνήσεται, πολὺν ὡς βασιλεὺς ἔχων ἀποκείμενον σῖτον· κατὰ μόνων δὲ τῶν πενήτων ἡ τιμωρία χωρήσει· καὶ ἐν τῷ πολέμῳ δὲ δυνατὸν αὐτὸν διαφυγεῖν τῶν πολεμίων τὰς χεῖρας, πρῶτον μὲν τοῖς ὀχυρωτάτοις καὶ δυσαλώτοις φρουρίοις χρησάμενον, ἔπειτα δὲ καὶ τοῖς ἀριστεύουσιν ἐκείνοις περιφραττόμενον· οὐκ ᾠήθη δίκαιον τῆς οἰκείας σωτηρίας φροντίσαι, ἀλλὰ συμμετασχεῖν τῶν ἐπιφερομένων κολάσεων τῷ λαῷ· τοιοῦτος δὲ ὁ λοιμὸς, διαφορὰν πλουσίου καὶ πένητος οὐκ εἰδὼς, οὐδὲ δειλοῦ καὶ ἀνδρείου· οὐδὲ δούλου καὶ δεσπότου, οὐδὲ ἰδιώτου καὶ βασιλέως· ἀλλὰ κατὰ πάντων ὁμοίως χωρῶν. Τούτου χάριν ταύτην τὴν τιμωρίαν τῶν ἄλλων προείλετο, ἧς αὐτός ἐστιν ὁ κολάζων διανομεύς· «Εἶπε γὰρ, φησὶ, Δαβὶδ πρὸς Γάδ· Στενά μοι σφόδρα ἐστὶ καὶ τὰ τρία. Πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας Κυρίου· ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ Δαβὶδ τὸν θάνατον,» καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη. Τριῶν γὰρ ἡμερῶν ὁ Θεὸς θάνατον ἀπειλήσας, ἐν ἓξ μόναις ὥραις τὸν θάνατον ἐπήνεγκε. Συναριθμουμένων δὲ τῶν νυκτῶν ταῖς ἡμέραις, τὸ δωδεκατημόριον εὑρίσκεται τῆς ἀπειλῆς ἐπενεχθὲν τῷ λαῷ. Οὕτως ὁ φιλάνθρωπος Κύριος μείζοσι μὲν κέχρηται ταῖς ἀπειλαῖς τοὺς ἁμαρτάνοντας δεδιττόμενος· πολλῷ δὲ τῶν ἀπειλῶν ἐλάττους ἐπιφέρει τὰς τιμωρίας. Καὶ γὰρ, ἐννακοσίων χιλιάδων τοῦ Ἰσραὴλ εὑρεθεισῶν,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
