# Quaestiones in libros Regnorum et Paralipomenon 80.665

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.665

καὶ τοῦ Ἰούδα τετρακοσίων, δηλονότι τῶν τὴν στρατεύσιμον ἡλικίαν ἀγόντων, καὶ τῶν προώρων καὶ τῶν ἐξώρων, καὶ μέντοι καὶ γυναικῶν ἐξῃρημένων, προσέτι δὲ καὶ τῶν Λευϊτῶν, καὶ τῆς Βενιαμίτιδος φυλῆς· μεταμεληθέντος γὰρ τοῦ βασιλέως οὐκ ἠριθμήθησαν· ἑβδομήκοντα χιλιάδες ὑπὸ τοῦ ἀγγέλου ἀνῃρέθησαν μόναι· καὶ ταῦτα πάντων ἐν ἀκαρεῖ διαφθαρῆναι δυναμένων. Οὐ γὰρ ἐδεῖτο χρόνου τιμωρὸς ἄγγελος. Ἐν ἀκαρεῖ γὰρ ἀνεῖλε καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων. Τῆς φιλανθρωπίας τοίνυν, ἀλλ' οὐ τῆς ἀδυναμίας, ὁ χρόνος. Αὐτίκα γοῦν τῆς Ἱερουσαλὴμ ἐπιβὰς ὤφθη ὁ ἄγγελος τῷ Δαβὶδ, τὴν ῥομφαίαν ἔχων γυμνὴν, ἵνα τὴν συγγνώμην αἰτήσῃ. Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ βασιλέως τὰ ῥήματα· «Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.» Ἀγνοῶν τὴν αἰτίαν, οἰκείαν ἁμαρτίαν τὸ γεγενημένον ἐκάλεσε· καὶ αὐτῷ καὶ τῷ γένει δικαίαν ἐπενεχθῆναι ψῆφον ἱκέτευσε, λόγοις χρησάμενος ποιμένος ἀληθινοῦ, καὶ τὸν υἱὸν αὐτοῦ καὶ Κύριον μιμησάμενος, ὃς τὴν ψυχὴν αὑτοῦ ἔθηκεν ὑπὲρ τῶν προβάτων. Δεξάμενος δὲ τὴν ἱκετείαν ὁ ἀγαθὸς Κύριος, ἐν ἐκείνῳ τῷ χωρίῳ θυσιαστήριον οἰκοδομηθῆναι προσέταξεν, ἐν ᾧ τὴν τιμωρίαν ὁ θεῖος ἐκώλυσεν ἔλεος. Τὸ δὲ, «Μετεμελήθη Κύριος,» περιττὸν ἑρμηνεύειν. Πολλάκις γὰρ αὐτοῦ εἰρήκαμεν τὴν διάνοιαν, καὶ ὅτι τὴν τῆς οἰκονομίας σημαίνει μεταβολήν. Παραυτίκα τοίνυν ὁ βασιλεὺς δραμὼν ᾔτησεν Ὀρνίαν τὸν Ἰεβουσαῖον ἀποδόσθαι τὴν ἅλω. Ἐκείνου δὲ προῖκα δώσειν ὑποσχομένου καὶ τὴν ἅλω, καὶ τοὺς βοῦς, καὶ τῶν ἀρότρων τὰ ξύλα, ἵνα ἐν ἐκείνῃ μὲν δομήσηται τὸν βωμὸν, τούτους δὲ ἱερεύσῃ, τοῖς δὲ ξύλοις προσενέγκῃ τὸ πῦρ, δίκαιον εἶπεν ὁ βασιλεὺς, μὴ ἐξ ἀλλοτρίων τῷ Θεῷ δῶρα προσφέρειν, ἀλλ' ἐξ οἰκείων. Ταῦτα παρ' αὐτοῦ μεμαθηκὼς ὁ υἱὸς αὐτοῦ Σολομὼν, παραινεῖ λέγων, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.» Ταῦτα πληρῶν ὁ βασιλεὺς, πριάμενος τὸν βωμὸν ᾠκοδόμησε, καὶ τὴν θυσίαν προσήνεγκε, καὶ τὸν Θεὸν ἱλεώσατο. Ἰστέον δὲ ὡς ἐν ἐκείνῳ τῷ χωρίῳ τὸν νεὼν ᾠκοδόμησεν ὁ σοφὸς Σολομών. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· «Προσέθηκε γὰρ, φησὶν, ὁ Σολομὼν ἐπὶ τὸ θυσιαστήριον

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
