Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.668
Not analysed yet
ἐπ' ἐσχάτων, ὅτι μικρὸν ἦν ἐν πρώτοις·» μετὰ ταῦτα τὰ κατὰ Ὀρνίαν, ἢ Ἀδωνίαν (διώνυμος γὰρ ἦν), ὁ ἱστοριογράφος συνέγραψεν· ὅπως μὲν ἐμελέτησε τυραννίδα· ὅπως δὲ συμπόσιον λαμπρὸν ἐπετέλεσε, πρωτοκλίτους ἔχων τοῦ συμποσίου τὸν στρατηγὸν Ἰωὰβ, καὶ Ἀβιάθαρ τὸν ἱερέα. Ἐτέλεσε δὲ τὸ συσσίτιον παρά τινα πηγὴν, πρὸ τοῦ ἄστεως ἀναβλύζουσαν, παρ' ἣν βασιλικὸς ἐτεθήλει παράδεισος. Οὕτω γὰρ ὁ Ἰώσηπος ἔφη, καὶ ὁ Σύμμαχος δὲ τὴν Ἀῒν πηγὴν ἡρμήνευσεν. Ἀϊνὰ δὲ αὐτὴν καὶ ὁ Σύρος καλεῖ.