# Quaestiones in libros Regnorum et Paralipomenon 80.668-2

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.668-2

ΕΙΣ ΤΗΝ ΤΡΙΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Τινὲς ὑπολαμβάνουσιν ἀλγῆσαι τὸν Νάθαν, ὡς μὴ κληθέντα εἰς τὸ συσσίτιον· καὶ τούτου χάριν παρασκευάσαι τὴν Βερσαβεὲ τὰ γεγενημένα μηνῦσαι τῷ βασιλεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ἀνοήτως ἄγαν τήνδε τὴν ὑποψίαν ἐσχήκασιν. Ὁ γὰρ προφήτης, τοῦ Θεοῦ τὴν ψῆφον εἰδώς· (δι' αὐτοῦ γὰρ ἐδήλωσε τῷ βασιλεῖ, «Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· ἀλλ' ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν. Σολομὼν ὄνομα αὐτῷ· καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου·») ταῦτα εἰδὼς ὁ προφήτης, καὶ θεασάμενος τὸν Ὀρνίαν παρὰ τὴν θείαν βουλὴν τὴν βασιλείαν ἁρπάσαντα, ἀνέμνησε διὰ τῆς Βερσαβεὲ τὸν βασιλέα τῆς θείας προῤῥήσεως· εἶτα εἰσελθὼν τοὺς ἐκείνης ἐβεβαίωσε λόγους. ΕΡΩΤ. Βʹ. Τὸν Γηὼν τίνα καλεῖ, Γηὼν μὲν ὁ Νεῖλος ὠνόμασται· εἷς γὰρ τῶν πο-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
