# Quaestiones in libros Regnorum et Paralipomenon 80.669

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.669

ταμῶν ἐστι τῶν τεσσάρων. Καὶ τοῦτο σαφῶς αὐτὸς ὁ Θεὸς διὰ Ἰερεμίου ἐδίδαξεν εἰπών· «Καὶ νῦν τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών;» Ἐπωνόμασαν δὲ καὶ τὸν Σιλοὰμ Γηών· ἢ ὡς ἄγαν μικρὸν εἰρωνικῶς οὕτω καλέσαντες· ἢ ἐπειδὴ καὶ αὐτὸς ἐξ ἀφανῶν ἔξεισιν ὑπονόμων, ὥσπερ ὁ Νεῖλος. Χρίσαι δὲ τὸν Σολομῶντα προσετάχθησαν Σαδὼκ ὁ ἀρχιερεὺς, καὶ Νάθαν ὁ προφήτης. Προτέτακται τοῦ προφήτου μὲν ὁ ἀρχιερεὺς, τοῦ στρατηγοῦ δὲ ὁ προφήτης. Συναπεστάλησαν δὲ καὶ οἱ σφενδονῖται καὶ οἱ τοξόται· τούτους γὰρ καλεῖ Χερεθὶ καὶ Φελεθί. ΕΡΩΤ. Γʹ. Τί δήποτε καὶ οἱ ἄρχοντες τὸν βασιλέα τὸν νέον ἐπὶ τοῦ πατρὸς εὐλογοῦντες εὐκλεέστερον γενέσθαι τοῦ πατρὸς καὶ περιφανέστερον ηὔξαντο; «Ἀγαθύναι γὰρ, ἔφασαν, Κύριος τὸ ὄνομα τοῦ υἱοῦ Σολομῶντος ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου.» ᾜδεσαν ὡς οὐδεὶς ἔχων πατρικὴν φιλοστοργίαν ἐζηλοτύπησε παῖδας· καὶ ὡς ἴδιον πατέρων τὸ βούλεσθαι τοὺς παῖδας καὶ ἑαυτῶν λαμπροτέρους ὁρᾷν. Ἄρειος γὰρ καὶ οἱ τούτου παῖδες ταύτην μόνοι νοσοῦσι τὴν ἄνοιαν. Ὁ δέ γε Δαβὶδ οὕτως τοῖς παρὰ τῶν ἀρχόντων εἰρημένοις ἐφήσθη. ὅτι καὶ τοῦ γήρως αὐτὸν ἀναστῆναι κωλύοντος, κατακεκλιμένος προσεκύνησε τὸν Θεὸν, τὸν ταῖς ὑποσχέσεσι δεδωκότα τὸ πέρας· «Εὐλογητὸς γὰρ, φησὶ, Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.» Τῷ μὲν οὖν Θεῷ τοῦτον τὸν ὕμνον προσήνεγκε, τῷ δὲ διαδόχῳ τῆς βασιλείας παιδὶ φυλάττειν ἀκήρατον τὴν εὐσέβειαν παρεγγύησε. Πρῶτον δὲ τὸ κοινὸν ἐπέδειξε τέλος· «Ἐγὼ γὰρ, ἔφη, πορεύσομαι ἐν ὁδῷ πάσης τῆς γῆς, καὶ κραταιωθήσῃ, καὶ ἔσῃ εἰς ἄνδρα δυνάμεως καὶ φυλάξεις τὴν φυλακὴν τοῦ Θεοῦ Ἰσραὴλ, τοῦ πορεύεσθαι ἐνώπιον αὐτοῦ φυλάσσειν τὴν ὁδὸν αὐτοῦ· καὶ τὰ προστάγματα αὐτοῦ, ἀκριβάσματα αὐτοῦ, καὶ τὰ κρίματα αὐτοῦ, ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωσέως.» Μηδὲ τὸ τυχὸν τῶν γεγραμμένων παραβῆναι τολμήσῃς. Τοῦτο γὰρ δηλοῖ «τὰ ἀκριβάσματα, καὶ τὰ κρίματα, καὶ τὰ μαρτύρια, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
