Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.672
Not analysed yet
ἐντολὰς, καὶ προστάγματα» Ἐδίδαξε δὲ καὶ τὸ ἐντεῦθεν φυόμενον κέρδος· «Ὅπως εὐοδωθῇ πάντα ἃ ποιήσεις, καὶ πανταχῆ οὗ ἐὰν ἐπιβλέψῃς ἐκεῖ.» Τούτων γὰρ, φησὶ, παρὰ σοῦ γινομένων, ἐμπεδώσει ὁ ἀγαθὸς ἡμῶν Κύριος τὴν παρ' αὐτοῦ πρὸς ἐμὲ γεγενημένην ὑπόσχεσιν, ὅτι Οὐ μὴ ἐξαρθήσεταί σοι ἀνὴρ ἀπὸ τοῦ θρόνου Ἰσραήλ. ΕΡΩΤ. Δʹ. Τίνος χάριν αὐτὸς μὴ κολάσας τὸν Ἰωὰβ, τῷ παιδὶ τοῦτο δρᾶσαι προσέταξε; Πρῶτον μὲν ᾐδέσθη αὐτὸν, ἅτε τῶν πόνων καὶ κινδύνων γενόμενον κοινωνόν· ἔπειτα δὲ αὐτοῦ καὶ τὸ θρασὺ ὑφωρᾶτο. Τοῦτο γὰρ ἐδήλωσε δι' ὧν εἴρηκεν, ὅτι «Υἱοὶ Σαρουΐα σκληρότεροί μού εἰσι.» Πρὸς δὲ τούτοις, μαθὼν συγκατασκευάζοντα αὐτὸν τῷ Ὀρνίᾳ τὴν τυραννίδα, ἔδεισε μὴ τῇ συνήθει κακοηθείᾳ χρησάμενος, καταφρονήσῃ τῆς τοῦ Σολομῶντος νεότητος, καὶ δυοῖν θάτερον δράσῃ· ἢ εὐνοίας προσωπείῳ χρησάμενος ἀνέλῃ λαθὼν, ὥσπερ δὴ τὸν Ἀβεννὴρ καὶ τὸν Ἀβεσσᾶ κατέκτεινεν· ἢ προφανῶς ἀντιπαρατάξηται, καὶ διέλῃ τὸν Ἰσραήλ. Ἐδίδαξε δὲ αὐτὸν καὶ τοῦ Βερσελῆ τὴν εὔνοιαν, καὶ τοὺς ἐκείνου παῖδας πάσης ἀξιωθῆναι κηδεμονίας ἐκέλευσεν, ὀφείλειν αὐτῷ τοῦτο χρέος ὁμολογῶν. ΕΡΩΤ. Εʹ. Διατί τῷ Σεμεῒ δεδωκὼς τὴν συγγνώμην, τῷ Σολομῶντι κολάσαι τοῦτον προσέταξε; Τυραννικὸν ᾔδει τὸν ἄνδρα, καὶ ἄγαν θρασύν· καὶ τῆς τοῦ παιδὸς προμηθούμενος σωτηρίας, ἐδίδαξεν αὐτὸν ἃ τετόλμηκεν, ἵνα τὴν τοῦ ἀνδρὸς φυλάττηται πονηρίαν. ᾜδει δὲ καὶ, ὡς προφήτης, ὅτι τοῦ Σολομῶντος παραβαίνων τὰς ἐντολὰς διαφθαρήσεται. Μιαρὸς γὰρ ἦν ὁ ἀνὴρ, καὶ στάσεων ἀρχηγός. ΕΡΩΤ. ϛʹ. Τί ἐστιν ἡ πόλις Δαβίδ; Τὴν Σιὼν ἡ θεία Γραφὴ πόλιν προσαγορεύει Δαβίδ. Οὕτω δὲ καὶ ἡ ἄνω πόλις ἐκέκλητο· πᾶσα δὲ νῦν Ἱερουσαλὴμ ὀνομάζεται. Ἐν ταύτῃ φησὶν ὁ Ἰώσηπος καὶ αὐτὸν ἀξιωθῆναι ταφῆς, καὶ τοὺς μετ' αὐτὸν βασιλεῖς· τὸ δὲ μνῆμα παρὰ τὴν Σιλοὰμ εἶναι, ἀντροειδὲς ἔχον τὸ σχῆμα, καὶ τὴν βασιλικὴν δηλοῦν πολυτέλειαν. Ἔφη δὲ καὶ πολὺν αὐτῷ συγκατορυγῆναι χρυσὸν παρὰ τοῦ παιδὸς Σολομῶντος· καὶ τοῦτο γενέσθαι δῆλον ἐκ τῶν ὕστερον γενομένων Ὑρκανὸν γὰρ τὸν ἀρχιερέα, πολιορκουμένης τῆς πόλεως ὑπὸ Ἀντιόχου τοῦ Δημητρίου παιδὸς, ἀνοῖξαι τὸ μνῆμα, καὶ τάλαντα ἐκεῖθεν ἐκφορῆσαι τρισχίλια. Δαβὶδ μέντοι ὁ βασιλεὺς ἑβδομηκοντούτης