# Quaestiones in libros Regnorum et Paralipomenon 80.673

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.673

γενόμενος ἐδέξατο τοῦ βίου τὸ πέρας. Τριακοντούτης μὲν γὰρ ἐβασίλευσε, τεσσαράκοντα δὲ βασιλεύων ἐξήνυσεν ἔτη. ΕΡΩΤ. Ζʹ. Νεμεσῶσι τῷ Σολομῶντί τινες, ὡς ἀποκτείναντι τὸν ἀδελφόν. Διάφοροι τῶν ἀνθρώπων οἱ βίοι. Οἱ μὲν γὰρ τὴν ἄκραν φιλοσοφίαν ἀσκοῦσιν, οἱ δὲ τὴν καλουμένην πολιτικὴν ἀρετήν· ἄλλοι βασιλείαν, ἢ στρατηγίαν ἰθύνουσι. Χρὴ τοίνυν ἕκαστον ἐξετάζειν πρὸς τὴν πολιτείαν ἣν μέτεισι· τοιγάρτοι τὸν Σολομῶντα οὐ προφητικὴν ἀπαιτητέον, οὐδὲ ἀποστολικὴν τελειότητα, ἀλλὰ τὴν βασιλεῦσιν ἁρμόττουσαν. ᾜδει δὲ αὐτὸς τὸν Ὀρνίαν ἐφιέμενον τυραννίδος· καὶ γὰρ ἐπειράθη τὴν βασιλείαν ἁρπάσαι. Τῷ μὲν οὖν προτέρῳ συνέγνω τολμήματι, καὶ σωτηρίας ἀξιώσειν ὑπέσχετο σωφρονεῖν ἀνεχόμενον. Ἐπειδὴ δὲ ᾔτησε τὴν σύνευνον τοῦ πατρὸς, οὐκ ἔδωκε μὲν τὴν αἴτησιν τυραννίδος οὖσαν ὁδόν· τῇ βασιλείᾳ δὲ τὸ ἀστασίαστον μηχανώμενος, ἀναιρεθῆναι προσέταξεν. ΕΡΩΤ. Ηʹ. Τί δήποτε τὸν Ἰωὰβ τῷ Θεῷ προσπεφευγότα κατέκτεινε; Ὁ τοῦ Θεοῦ νόμος τοῦτο γενέσθαι διηγόρευσεν· τὸν προσφεύγοντα γὰρ ἀνδροφόνον ἀναιρεῖσθαι προσέταξεν. Ὁ δὲ Σεμεεὶ αὐτὸς ἐφ' ἑαυτὸν εἵλκυσε τοῦ θανάτου τὴν ψῆφον· τὴν γὰρ μητρόπολιν οἰκεῖν ὑποσχόμενος, καὶ ὅρκῳ τὴν ὑπόσχεσιν κρατύνας, παρέβη τὸν ὅρκον, καὶ παρὰ τὰς συνθήκας ἐκδημῆσαι τετόλμηκεν. ΕΡΩΤ. Θʹ. Τίνος χάριν τὸν Ἀβιάθαρ τῆς ἀρχιερωσύνης ἐγύμνωσεν; Ἐκοινώνησε μὲν τῷ Ὀρνίᾳ τῆς τυραννίδος. Τοῦτο γὰρ δηλοῖ καὶ τοῦ Σολομῶντος τὰ ῥήματα· «Ἀπότρεχε γὰρ, φησὶν, εἰς τὸν ἀγρόν σου, καὶ εἰς τὸν οἶκόν σου, ὅτι ἀνὴρ θανάτου σὺ εἶ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον Δαβὶδ τοῦ πατρός μου· καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.» Ὑπέκειτο μὲν οὖν, ὡς ἔφην, καὶ τῇ κατηγορίᾳ τῆς τυραννίδος, ἅτε δὴ συνεργὸς γεγενημένος τῆς τοῦ Ὀρνία θρασύτητος. Πλὴν ὁ Σολομὼν καὶ τῆς θείας προῤῥήσεως γέγονεν ὑπουργός. Τῷ γὰρ Ἡλεὶ, καὶ διὰ τοῦ πανευφήμου Σαμουὴλ, καὶ μέντοι καὶ δι' ἄλλου προφήτου, προηγόρευσεν ὁ Θεὸς τοῦ γένους τὴν ἀτιμίαν. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν λέγει γὰρ οὕτως· «Καὶ ἐξέβαλε

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
