# Quaestiones in libros Regnorum et Paralipomenon 80.676

Theodoretus, Quaestiones in libros Regnorum et Paralipomenon, Volume 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-libros-regnorum-et-paralipomenon/80.676

Σολομὼν τὸν Ἀβιάθαρ, τοῦ μὴ εἶναι εἰς ἱερέα Κυρίου τοῦ πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν Σηλὼμ ἐπὶ τὸν οἶκον Ἡλεί.» ΕΡΩΤ. Ιʹ. Πῶς νοητέον τὸ, «Ἐπλήθυνεν ἡ σοφία Σολομῶντος ὑπὲρ τὴν φρόνησιν πάντων τῶν υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου;» Ἐκ παραλλήλου δεῖξαι αὐτοῦ τὴν σοφίαν ὁ ἱστοριογράφος ἠθέλησεν. Τούτου χάριν καὶ τῶν πάλαι γεγενημένων σοφῶν ἀορίστως ἐμνήσθη· καὶ τοὺς Αἰγυπτίους προστέθεικεν, ὡς δοκοῦντας παρὰ πάντας εἶναι σοφούς. Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύρος, καὶ Πυθαγόρας ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλάτων ὁ Ἀθηναῖος, πρὸς τούτους ἐξεδήμησαν, καὶ θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσεσθαι παρὰ τούτων ἐλπίσαντες. Καὶ ἡ θεία δὲ Γραφὴ τὰ κατὰ τὸν Μωσῆν ἱστοροῦσα τὸν νομοθέτην ἔφη, ὅτι ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. Τούτους, φησὶν, ἅπαντας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε δὴ θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος· τῷ δὲ τῆς σοφίας ἐπαίνῳ συνῆψε κατηγορίαν. Τὸν γὰρ περὶ τοῦ γάμου κείμενον ἄντικρυς νόμον παρέβη, ὃς ταῖς ἀλλοφύλοις ἐκώλυε συνάπτεσθαι γυναιξίν. Αὐτὸς γὰρ πρῶτος ἔλαβε γυναῖκα τοῦ Φαραὼ τὴν θυγατέρα. ΕΡΩΤ. ΙΑʹ. Τί ἐστι, «Καὶ Ἀχικὰμ υἱὸς Θαρὰκ ἐπὶ τὰς ἄρσεις;» Ἄρχων ἦν τῶν μετακομιζόντων τοὺς λίθους καὶ τὰ ξύλα. Τούτους δὲ τῶν Παραλειπομένων ἡ βίβλος νωτοφόρους ἐκάλεσεν· ὠμοφόρους δὲ αὐτοὺς οἱ νῦν ὀνομάζουσιν. Ἡ μέντοι ἱστορία δηλοῖ, ὡς πέρας ἔλαβεν ἡ τοῦ Θεοῦ ὑπόσχεσις. Ἐπηγγείλατο γὰρ δώσειν τῷ Ἰσραὴλ ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. «Ἦν γὰρ, φησὶν, ἄρχων ὁ Σολομὼν ἐπὶ πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ, καὶ ἕως γῆς ἀλλοφύλων, καὶ ἕως ὁρίων Αἰγύπτου.» ΕΡΩΤ. ΙΒʹ. Πῶς νοητέον, «Καὶ ὁ λαὸς ἦν θυμιῶντες καὶ θύοντες ἐν τοῖς ὑψηλοτάτοις;» Οὐκ εἰδωλολατρείαν αὐτῶν ἐνταῦθα κατηγορεῖ, ἀλλ' ὅτι παρὰ τὸν νόμον ἐν τοῖς ὑψηλοτάτοις χωρίοις τῷ Θεῷ θυσίας προσέφερον. Ὁ γὰρ νόμος ἐν ἑνὶ τόπῳ λατρεύειν προσέταξεν. Συγγνώμης δὲ ὅμως ἀπήλαυον, ἐπειδήπερ οὐδέπω ὁ θεῖος ναὸς ἐδεδόμητο. Τοῦτο γὰρ καὶ ἡ ἱστορία δεδήλωκεν· «Ἦσαν γὰρ θυμιῶντες καὶ θύοντες ἐν τοῖς ὑψηλοτάτοις, ὅτι οὐκ ᾠκοδομήθη ὁ οἶκος τῷ ὀνόματι Κυρίου ἕως τοῦ νῦν.»

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg023.local001/.
